Ancient Greek
SB 6 9591
Documentary Papyri, SB 6 9591
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφη Φαῶφι τρεισκαιδεκάτῃ δεκάτης ἰνδικτίονος. Φλαυίοις Θεοδώρᾳ καὶ Ὥρῳ ἐπιτιμιωτάτῳ υἱῷ Δαμασκίου ὑπὲρ τοῦ τρίτου ἐνάτου τῶν ἑξῆς ἐντεταγμένων τόπων οἰκίας καὶ Φοιβάμμωνι υἱῷ Ἀφοῦτος τῷ ἐπισημοτάτῳ ὑπὲρ ἄλλου ἐνάτου μέρους τῶν αὐτῶν τόπων οἰκίας ἀπὸ τῆς Ἑρμουπόλεως Αὐρηλίου Σινουθίου υἱοῦ Ἠλία ἑξῆς ὑπογράφοντος ὑπὸ τῆσδε ὁμολογίας ἐγγυωμένου αὐτοῦ καὶ ἀναδεχομένου τὴν ἀπόδοσιν τοῦ ἑξῆς ἐντεταγμένου ἐνοικίου ὑπὲρ ἐμοῦ Φλαυίου Σερήνου …ρίου ἀπὸ τῆς αὐτῆς Ἑρμουπόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι ἐμαυτὸν παρὰ σοῦ πρὸς ἑξαέτη χρόνον λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας, ἥ ἐστιν Φαῶφι τρεισκαιδεκάτη τῆς παρούσης ι ἰνδικτίονος τὸ διαφέρον ὑμῖν προς…ετέραν ἐπιστολὴν …ου τὸ τρίτον ἔνατον μέρος ἀπὸ ὁλοκλήρου οἰκίας διακειμένης ἐπʼ ἀμφόδου …πια…