Ancient Greek
SB 6 9593
Documentary Papyri, SB 6 9593
Not analysed yet
……ι… Φαρμοῦθι μηνὸς ιδ τῆς εὐτυχοῦς ιδ ἰνδικτίονος ἐπὶ κώμης Τοσάχμεως τῷ θαυμασιωτάτῳ Ἀλιτίῳ ἀρχιυπηρέτῃ, υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἰουλίου, ἀφʼ Ἡρακλεουπόλεως Αὐρηλίονα Ἰουλίου υἱοῦ Κασουλίου μετεγγυητοῦ ἀπὸ κώμης Τοσάχμεως τοῦ Ἡρακλεουπολίτου νομοῦ Αὐρήλιος Αὐρηλίου υἱὸς …τ…α…ι… ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ ἐξ οἴκου διὰ χειρὸς εἰς χεῖρας τὴν πάσην τιμὴν κριθῶν ἀρταβῶν τριάκοντα καὶ οἴνου διπλᾶ ἑβδομήκοντα γίνονται κριθῶν λ καὶ οἰνοδιπλᾶ ο καὶ τὴν τούτων ἀπόδοσίν σοι ποιήσομαι μετὰ πίστεως ἀγαθῆς τὸ μὲν τῷ μηνὶ Παῦνι ἁλωνίας ιε ἀρτάβας καὶ μηνὶ Μεσουρῆ ῥύσεως καί τε εὑρισκομένου ὠξωσαρίου ἐκ τοῦ αὐτοῦ οἴνου ἀλωήσοντός σου ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. τὸ γραμμάτιον κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. διʼ ἐμοῦ Μακαρι ἐτελειώθη. …Αὐρηλίονα Ἰουλίου υἱοῦ Κασουλίου μετεγγυητοῦ κριθῶν λ καὶ οἴνου διπλᾶ ο ἐπὶ τῆς εὐτυχοῦς ιε ἰνδικτίονος.