Ancient Greek
SB 6 9605
Documentary Papyri, SB 6 9605
Not analysed yet
τῷ δεσπότῃ μου …χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῷ ὑψίστῳ Θεῷ καὶ τῇ θείᾳ προνοίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νυκτὸς καὶ ἡμέρας περὶ τῆς ὁλοκληρίας ὑμῶν ἅμα τῇ γλυκυτάτῃ μου ἀδελφῇ Θεβῆις. νῦν οὖν γράφω ὑμῖν, ἵνʼ εἰδῆτε ἀληθές. καθὼς ἐξήλθαμεν ἀφʼ ὑμῶν λέγοντες, ὅτι αὐτῆς ὥρας, ἐὰν καταλάβω τὸν ἀδελφόν μου Κοπρέαν, πέμπω αὐτὸν ἄνω, ἐξῆλθα δέ. εὗρον τὸν νοσοῦντα, καὶ διὰ τοῦτο οὐχ εὗρον ἀναπέμψαι. εὐχαριστῶ δὲ τῷ Θεῷ· καλῶς ἔσχεν. ἐὰν εὕρομεν τὴν εὐκαιρίαν …,πέμπω αὐτὸν μόνον. ὡλοκληρούμην …τὸ φαρμακωθὲν ἀπόστειλόν μοι …περὶ τῆς ὁλοκληρίας ὑμῶν γράφε εἰς τὴν ἀμεριμνίαν ἡμῶν καὶ δήλωσον ἐν τάχει, ἵνʼ εἰδῶμεν ἡμεῖς τὰ ἰ… …πλεῖστα. ὑμᾶς πολλὰ ἀσπάζεται Κοπρέας αὐτός. ὁ Θεὸς διαφυλάξειέν σε. Ἀπαμίως. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις διὰ βίου.