Ancient Greek
SB 6 9607
Documentary Papyri, SB 6 9607
Not analysed yet
παρά καὶ πρὸ τῶν σῶν γραμμάτων οἶδα, ὅτι σπουδαῖος εἶ. ἐπειδὴ οὖν ἔφθασεν ὁ εὐλαβέστατος ἄπα Καλώνυμος, καὶ εἰ μὴ τριῶν ἡμερῶν οὐκ ἔλαβεν προθεσμίαν παρὰ τοῦ ἐνδοξοτάτου δουκός, ἵνα ἀνέλθῃ καὶ πράξῃ εἰς τὸ μέτρον, διὰ τὸν θεὸν βοήθησον ἀνὰ τὸ ἴσον καὶ βάλε τὸ μέτρον τῆς προσόδου. ἰδού, καὶ ἀνεμός ἐστιν καὶ οὖκ ἔνι ἐμποδισμός. μὴ πάλιν καλλωπιᾷς καὶ εὕρωσιν ἀφορμήν. τὸ δὲ πρόσγραφον τῆς προσόδου πέμψον μὴ πάλιν εἰς ὑπέρθεσιν.