Ancient Greek
SB 6 9616 Ro
Documentary Papyri, SB 6 9616r
Not analysed yet
ἐπιστολὴν δὲ ἔπεμψεν πρὸς ἐμὲ ὁ λαμπρότατος σπαθάριος Βωρ καὶ ταύτην ἔπεμψα ἐντὸς τούτων μου τῶν γραμμάτων, ἵνα μάθῃ ἡ ὑμετέρα δεσποτεία περὶ τῶν γραμμάτων ὑμῶν, ὅτι ἔλυσαν αὐτὰ καὶ ἐποίησαν τὸν δεσπότην μου τὸν κόμετα ἀναγνῶναι αὐτὰ καὶ λέγει, ὅτι οὐκ οἶδα τοῦτο τὸ πρᾶγμα. κελεύσατε οὖν, δέσποτα, διὰ τό μου εἶναι ἀγγεῖλαι ὑμῖν περὶ πάντων, ἀντιγράψαι μοι. ἐὰν γὰρ καὶ ἀποζῶ, ὅτι πείθομαι, καὶ βακλισθῶ, οὐ δύναμαι τί ποτε πρᾶξαι παρὰ κελεύσεις ὑμετέρας· ἡδέως γὰρ ἔχω ἀποθανεῖν εἰς χεῖρας ἄλλων καὶ μὴ ἐμπεσεῖν εἰς χεῖρας τοῦ δεσπότου μου ἢ παρὰ κέλευσιν αὐτοῦ τί ποτε πρᾶξαι. τὴν σωτηρίαν οὖν τοῦ δεσπότου μου τοῦ κυρίου Ἠλία, κελεύσατε ἀντιγράψαι μοι εὐθέως, ἐπειδή, ὡς οἶδεν ὁ θεός, κλαίων καὶ θλιβόμενος ἔγραψα ταῦτα. σπουδάσω γάρ, ἐὰν θέλει ὁ θεός, μὴ ἐᾶσαί τινα ὀλιγωρῆσαι εἰς ἐμὲ μήτε βαλεῖν μάχας εἰς μέσον φίλων. μὰ τὴν σωτηρίαν ὑμῶν, τὸν βοτρύδιον σταφύλης οὐκ εἶδον ἀπὸ τοῦ τοῦ Ἀπκρο οὔτε ἀπὸ ἄλλων χωρίων ἐκ τῶν τρι…ω…ειων· ὅτι φοβοῦμαι, ἐπεὶ ἠμέλουν ἔασον ολ…μαι ἐλθεῖν εἰς πόδας ὑμῶν …εἰς τὸν Ἀρσινοίτην, δέσποτα. Μεσορὴ ιζ, ὥρᾳ θ. σὺν θεῷ τῷ ἐμῷ …δεσπότῃ μεγαλοπρεπεστάτῳ κόμετι. Ὠριγένης ὑμέτερος δοῦλος