Ancient Greek
9616v.v.1 to 9616v.v.28
Documentary Papyri, SB 6 9616v.v.1-28
Not analysed yet
ἃ μὲν ἔγραψέ σοι ὁ λαμπρότατος σπαθάριος ἀπὸ τοῦ ἀλλοτρίου, ἐνεχθέντα δὲ ἀπὸ τοῦ Ἀρσινοίτου, ἔπεμψα τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ ἐντὸς τούτων μου τῶν γραμμάτων. καὶ τὴν πεμφθεῖσαν δὲ ἐπιστολὴν πρὸς ἐμὲ παρὰ τοῦ εἰρημένου λαμπροτάτου ἀνδρὸς ἔπεμψα, ἵνα μάθῃ ὁ ἐμὸς δεσπότης, τὸ τί ἔγραψεν περὶ τῶν τιμίων ὑμῶν γραμμάτων, ὅτι ἐλύθησαν, καὶ προσδοκῶ εὐθέως ἀντιγράψαι αὐτῷ περὶ ταύτης τῆς αἰτίας. θεὸς οἶδεν, διὰ τὸ μὴ εὑρεῖν σύμμαχον διὰ τοῦτο συνεχῶς οὐχ εὑρίσκω γράψαι τῷ ἐμῷ ἀγαθῷ δεσπότῃ. τὸ δὲ δακτυλίδιν τὸ σιδηραῖον ἔλαβον παρὰ τοῦ κυρίου Φοιβάμμωνος τοῦ ζυγοστάτου καὶ τοῦτο ἐκράτησα διὰ τῆς ἐπιστασίας τοῦ ἐμοῦ ἀγαθοῦ δεσπότου. γνῶναι δὲ βούλομαι τὸν ἐμὸν δεσπότην, ὅτι φθάσαντος τοῦ ἐνδοξοτάτου ἰλλουστρίου Ταυρίνου εἰς τὴν Ἀντινόου εὐθέως ἀπῆλθον πρὸς αὐτὸν εἰς προσκύνησιν καὶ εἶπον αὐτῷ περὶ τῆς ἀπουσίας ὑμῶν καὶ νῦν τὸ αὐτὸ ἐποίησα, ὁ αὐτὸς ἔμπροσθεν ἐποίησεν πρὸς τὴν ὑμετέραν δεσποτείαν. …καὶ ταύτην ἔπεμψα ἐντὸς τούτων μου τῶν γραμμάτων. καὶ τοῦτο βούλομαι τὸν ἐμὸν δεσπότην μαθεῖν, ὅτι ἀπεχθὲς ἀπῆλθον εἰς ἀπαντὴν τῆς ἐνδοξοτάτης Ἐλευθέρας τοῦ ὑπερφυεστάτου Μαρκιανοῦ· ἔπεμψεν γὰρ ὁ δεσπότης μου ὁ πανεύφημος ὕπατος ὁ δοὺξ τὸν μειζότερον αὐτὸν μετὰ τῶν πλοίων καὶ τῆς θυγατρός ?. διδάσκω δὲ τὴν ὑμετέραν δεσποτείαν, ὅτι, ὡς ἔγνων, ἦλθεν ἐνταῦθα εἷς ἄνθρωπος λέγων προσελθεῖν τῷ ἐνδοξοτάτῳ δουκὶ κατὰ τοῦ λαμπροτάτου σπαθαρίου, ὅτι κατῆλθεν εἰς τὸ ἴδιόν μου καὶ ἔλαβεν τὰ ἐμά· καὶ οὐκ ἔγνων, ὅτι τίς ἐστιν, ἕως νῦν, ἀλλά, ὡς νομίζω, Διονύσιός ἐστιν, καὶ ἐὰν καταγράψω τὸν μερισμόν, οὐ παύομαι, ἕως ὅτε εὑρίσκεται ἐκεῖνος ὥστε ἀσφαλισθῆναι. μέντοι γε ἐλπίζω, ὅτι παῦρον εὑρηθῇ· ὡς ἤκουσα δὲ καὶ ἦλθεν ἐκεῖνος σὺν τῷ κόμετι Θεοπέμπτῳ πρὸς τὴν ἔπαυλιν τοῦ σοφωτάτου σχολαστικοῦ Διονυσίου εἰς Ἀπκρο καὶ ταῦτα πάλιν εἶπεν αὐτός, οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ λέγει, ὅτι οἱ ἀπὸ Λυσίδος παρακαλοῦσιν διδόναι τριάκοντα ὁλοκοττινοὺς ὑπὲρ τῶν δυοῖν τῶν ζῴων καὶ μήτε τὰ ζῷα λάβουσιν. καὶ ὁ σπαθάριος οὐκ ἠνέσχετο λέγων, ὅτι εἰ μὴ λάβω ἑκατὸν ὁλοκοττινούς. ὡς γὰρ ἔγνων, φροντίζεται ὁ ἄνθρωπος ἐκεῖνος παρὰ τοῦ σοφωτάτου σχολαστικοῦ Διονυσίου· ἐγὼ γὰρ οὐκ εἶδον τὴν ὄψιν αὐτοῦ ἀλλὰ οὕτως ἤκουσα. μανθάνω οὖν, ὅτι τίς ἐστιν, καὶ ἐλπίζω, ὅτι βάλλω αὐτὸν εἰς τὴν φυλακήν, ἐὰν ἀνεύρω αὐτόν.