Ancient Greek
9616v.v.29 to 9616v.v.38
Documentary Papyri, SB 6 9616v.v.29-38
Not analysed yet
διδάσκω δὲ τὴν ὑμετέραν δεσποτείαν, ὅτι καὶ πρῶτον καὶ δεύτερον ἐδήλωσεν διʼ ἐμὲ δεσπότης μου ὁ μεγαλοπρεπέστατος κόμες Θεόπεμπτος καὶ οὐχ ηὗρον ἀποστῆναι τοῦ τόπου διὰ τὰς ὑμετέρας κελεύσεις, καὶ τὸ τρίτον ἐδήλωσεν διὰ γραμμάτων μεστῶν βαρέων ῥημάτων. καὶ ἵνα μὴ πολλὰ γράφω, ἀπῆλθον εἰς τὸ Ἀπκρο καὶ ὁ θεὸς οἶδεν, οὐκ ἠμέλησεν ἀπειλῆσαι εἰς ἐμέ. οἶδεν γὰρ ὁ ἐμὸς δεσπότης τὴν ἀπειλὴν αὐτοῦ καί, τὸ πῶς ἠπείλησεν τότε εἰς τὸ πρόσωπον, λέγων, ὅτι ἀνάγκην ἔχεις ἐξελθεῖν μετʼ ἐμοῦ εἰς τὰ χωρία καὶ ποιήσεις τὰς νύκτας καὶ τὰς ἡμέρας ἐγγύς μου· παρʼ ἐμοῖ γὰρ σολλαρίσης. καὶ ἐγὼ εἶπον αὐτῷ, ὅτι δύναμαι μεῖναι ἐν τῇ Ἀντινόου καὶ ποιήσω τὰς κελεύσεις σου καὶ τὰς κελεύσεις τοῦ κόμετος τοῦ ἀδελφοῦ ὑμῶν. καὶ ἀνῆλθον εἰς τὴν πόλιν. καὶ τρομίζω, ὅτι ἔγραψεν τῇ δεσπότῃ μοῦ τινὰ γράμματα κακά. ἰδοῦ οὖν, δέσποτα, τὴν πεμφθεῖσαν ἐπιστολὴν παρὰ τοῦ εἰρημένου δεσπότου μου πρὸς ἐμέ. ἔπεμψα ἐντὸς τῶν γραμμάτων τούτων εἰς εἴδησιν. ἀνάγνωθι ὀπίσω.