Ancient Greek
9618.1 to 9618.16
Documentary Papyri, SB 6 9618.1-16
Not analysed yet
…λ…αρ… ἔτους δευτέρου καὶ τριακοστοῦ Αὐτοκράτορος Καίσαρος Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ μηνὸς Δαισίου Φαρμοῦθι …ἐν Πτολεμαίδι Εὐεργέτιδι Ἀρσινοείτου. ὁμολογεῖ Πτολεμαῖος ὁ καὶ Ζώσιμος …ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου ὡς ἐτῶν τεσσαράκοντα τεσσάρων οὐλὴ ποδὶ …καὶ Ἀπολλόδωρος …ἀπὸ ἀμφόδου Φρέμει ὡς ἐτῶν …οὐλὴ μετώπῳ, δύο σιτομετροσακκοφόροι, Ἰσαρίῳ τῇ καὶ Σαραπιάδι …είνου ἀπὸ ἀμφόδου …ὡς ἐτῶν εἴκοσι πέντε ἀσήμῳ μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀφροδισίου Διδύμου ὡς ἐτῶν τριάκοντα ἑπτὰ ἄσημος παρακεχωρηκέναι Ἰσαρίῳ τῇ καὶ Σαραπιάδι κατὰ τήνδε τὴν ὁμολογίαν καὶ διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης ὥστε καὶ ἐκγόνοις αὐτῆς καὶ τοῖς παρʼ αὐτῶν εἰς μετεπιγραφὴν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτοῖς Πτολεμαίῳ τῷ καὶ Ζωσίμῳ καὶ Ἀπολλοδώρῳ …ἀγοραστὰς ἅμα ἄλλοις παρὰ Ζωσίμου τοῦ …ἀπὸ …μεσθν… Ὡρίωνος σιτομετροσακκοφόρου κατὰ χειρόγραφον δισσὸν γεγονὸς τῷ προδιεληλυθότι τριακοστῷ ἔτει μηνὶ …καὶ δημοσιωθὼν διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ καταλογείου τῷ αὐτῷ προδιεληλυθότι ἔτει μηνὶ Ἐπεὶφ περὶ κώμην Φυλακιτικὴν Νῆσον τῆς Πολέμωνος μερίδος κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυ κοινὰς καὶ ἀδιαιρέτους ἀπὸ ἀρουρῶν ἕνδεκα ,ἢ ὅσων ἐὰν ὦσιν, σὺν τοῖς οὖσι τῶν αὐτῶν χρηστηρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ὧν γείτονες, καθὼς ὁ σημαινόμενος χρηματισμὸς περιέχει, ἀπηλιώτου τὰ περὶ τὴν Δικαίου Νῆσον ἀναγραφόμενα πεδία ἀνὰ μέσον οὔσης διώρυχος, εἰς ἣν ἐκχεῖται ὁ κλῆρος, βορρᾶ καὶ λιβὸς προσοδικὰ ἐδάφη, ἀπηλιώτου ὁμοίως προσοδικὰ ἐδάφη ἀνὰ μέσον οὔσης διώρυχος, διʼ ἦς ποτίζεται ὁ κλῆρος, καὶ ἀπέχειν τὸν αὐτὸν Πτολεμαῖον τὸν καὶ Ζώσιμον καὶ Ἀπολλόδωρον παρὰ τῆς Ἰσαρίου τῆς καὶ Σαραπιάδος τὸ ἑσταμένον τῶν παρακεχωρημένων, καθὼς πρόκειται, κλήρου κατοικικοῦ ἀρουρῶν πέντε ἡμίσους παραχωρητικὸν κεφάλαιον πᾶν ἐκ πλήρους διὰ χειρὸς ἐξ ἴσου δραχμὰς τρισχιλίας ἑκατὸν παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν αὐτούς τε τοὺς ὁμολογοῦντας τοὺς προγεγραμμένους καὶ τοὺς παρʼ αὐτῶν τῇ Ἰσαρίῳ τῇ καὶ Σαραπιάδι καὶ τοῖς παρʼ αὐτῆς τὰς αὐτὰς ἀρούρας πέντε ἥμισυ πάσῃ βεβαιώσει, ἃς καὶ παρέξεσθαι ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ μὲν παντὸς ὀφειλήματος δημοσίου ἀρταβιῶν τε καὶ ναυβίων καὶ ἀριθμητικῶν καὶ ἐπιγραφῶν πασῶν καὶ παραγραφῶν πασῶν καὶ ἐπιβολῆς τῆς κώμης καὶ κατακριμάτων πάντων καὶ παντὸς ἁπλῶς δημοσίου εἴδους ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος πρώτου τριακοστοῦ ἔτους διὰ τὸ τοῦ ἐνεστῶτος ἔτους ἐκφόριον καὶ φόρον