Ancient Greek
9618.17 to 9618.29
Documentary Papyri, SB 6 9618.17-29
Not analysed yet
εἶναι τῆς Ἰσαρίου τῆς καὶ Σαραπιάδος, καθὼς πρόκειται, καὶ τοὺς συμφωνοῦντας τὴν Ἰσάριον τὴν καὶ Σαραπιάδα καὶ τοὺς παρʼ αὐτῆς μὴ ἐγκαλεῖν μηδʼ ἐπελεύσεσθαι κατὰ μηδένα τρόπον καὶ μηδένα κωλύειν τὴν Ἰσάριον τὴν καὶ Σαραπιάδα μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύοντας τῶν αὐτῶν ἀρουρῶν πέντε ἥμισυ καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένους καὶ προσδιαιρομένους καὶ μεσιτεύοντας καὶ ἑτέροις παραχωροῦντας καὶ οἰκονομοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως. ἐὰν δέ τι τούτων παραβῶσιν οἱ ὁμολογοῦντες ἢ μὴ βεβαιῶσιν καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάνωσιν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασι καὶ ἀναλώμασι, ἀποτισάτωσαν τὸ παραχωρητικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμᾶς χιλίας ἑκατὸν καὶ εἰς δημόσιον τὰς ἴσας χωρὶς τοῦ μένειν κύρια τὰ ὡμολογημένα καταβεβλημένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου. Πτολεμαῖος ὁ καὶ Ζώσιμος σιτομετροσακκοφόρος καὶ Ἀπολλόδωρος σιτομετροσακκοφόρος ὁμολογοῦμεν παρακεχωρηκέναι τῇ Ἰσαρίῳ τῇ καὶ Σαραπιάδι τὰς ὑπαρχούσας ἡμῖν, ὡς πρόκειται, περὶ κώμην Φυλακιτικὴν Νῆσον κλήρου κατοικικοῦ ἀρούρας πέντε ἥμισυ κοινὰς ἀπὸ ἀρουρῶν ἕνδεκα …ιαι και τας και, ἃ πρόκιται, καὶ ἀπέχειν τὸ παραχωρητικὸν κεφάλαιον δραχμὰς τρισχιλίας καὶ ἑκατὸν διὰ χειρὸς ἐξ ἴσου καὶ βεβαιώσομεν τοῦ ἐφετίου ἐκφορίου ὄντος τῆς Ἰσαρίου τῆς καὶ Σαραπιάδος, καθὼς πρόκειται. Πτολεμαῖος ὁ καὶ Ζώσιμος ἔγραψα καὶ ὑπὲρ τοῦ Ἀπολλοδώρου τὰ πλεῖστα. Ἀπολλόδωρος σιτομετροσακκοφόρος ὁμολογῶ παρακεχωρηκέναι σὺν τῷ Πτολεμαίῳ τῷ καὶ Ζωσίμῳ κλήρου κατοικικοῦ ἀρούρας πενθημίσους κοινὰς ἀπὸ ἀρουρῶν ἕνδεκα περὶ κώμην Φυλακειτικὴν Νῆσον καὶ συναπέσχον τὸ παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς τρισχιλίας ἑκατὸν διὰ χειρὸς ἐξ ἴσου τοῦ ἐφετίου ἐκφορίου ὄντος τῆς Ἰσαρίου τῆς καὶ Σαραπιάδος, ὡς πρόκειται. Ἰσάριον ἡ καὶ Σαραπιὰς μετὰ κυρίου μου ἀνδρὸς Ἀφροδισίου Διδύμου παρακεχώρημαι ἀρούρας πέντε ἥμισυ περὶ κώμην Φυλακιτικὴν Νῆσον παραχωρητικοῦ ἀργυρίου δραχμῶν τρισχιλίων ἑκατόν ,καθὼς πρόκειται. Ἀφροδίσιος ἔγραψα καὶ ὑπὲρ αὐτῆς ἀγραμμάτου. Ἥρων ὁ καὶ Ἀπολώνιος κεχρημάτικα, χρόνος ὁ προκείμενος.