Ancient Greek
9699.1.1 to 9699.2.41
Documentary Papyri, SB 8 9699.1.1-9699.2.41
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιάνου Σεβαστοῦ. ἀργυρικὸς λόγος Ἐπιμάχου Πολυδεύκους λημμάτων καὶ ἀνηλωμάτων τῶν διʼ ἐμοῦ Διδύμου Ἀσπασίου χειριζομένων ὧν εἶναι λήμματα τοῦ μηνὸς Σεβαστοῦ· α ἐγλόγου λήμματος τοῦ διεληλυθότος δεκάτου ἔτους ἀργυρίου δραχμαὶ ξθ τριώβολον β Ἐπιμάχου εἰς δαπάνην κέρματος δραχμαὶ δ δ Ἐπιμάχου ὁμοίως εἰς δαπάνην δραχμαὶ δ Σααβεινίου ἀπὸ Πακῆ λοιπὸν τιμῆς οἴνου δραχμαὶ ϛ ζ Φιλίππου οἰνοπώλου ἀπὸ τιμῆς οἴνου δραχμαὶ η η Ἐπιμάχου τὰς ὥστε Παπτάει Ἀσανδρίωνος ὡς ἵνα μείνῃ εἰς τὸ χῶμα Ἰνδίου ἀρουρῶν β φυλασσόμενον ὕστερον μήκετι δραχμαὶ δ Κ…ερ…αρ…εινου δραχμαὶ ε ι τιμῆς λαχάνου ἀρταβῶν β ἐκ δραχμῶν κ ἀργυρίου δραχμαὶ μ α… Φιλίππου ἀπὸ τιμῆς οἴνου ὡς αὐτὸς Ἐπίμαχος δραχμαὶ ιβ ιδ Ἐπιμάχου ὁμοίως πρωίας δραχμαὶ δ ιε Κεκῆτος ἐλαιουργοῦ ἀπὸ τιμῆς λαχάνου ὥστε αὐτῷ Ἐπιμάχωι εἰς Ἑρμούπολιν ἀργυρίου δραχμαὶ κ κα Φιλίππου ἀπὸ τιμῆς ἄλλων οἴνου κεραμίων ι ἐκ δραχμῶν ε δραχμαὶ κε β… Κεκῆτος ὁμοίως ἀπὸ τιμῆς λαχάνου δραχμαὶ κ γίνεται τὸ πᾶν λῆμμα σὺν ἐγλόγωι τοῦ μηνὸς Σεβαστοῦ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ σκα τριώβολον ἀφʼ ὧν ἀνηλώματα τῷ αὐτῶι ια ἔτει μηνὶ Σεβαστῶι α μισθὸς ἐργάτου ὑπουργοῦντος Σαρᾶτι κονιατῆι ὄντι περὶ τὸ βαλανεῖον πεντώβολον ἔτι ἀντλοῦσιν ἐν τῷ χωρίωι Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος ἀπὸ φόρου φοινικῶνος Φῖβις ἀκολουθῶν τῶι ὀργάνωι σὺν τῷ μηχαναρίωι β σκάπτουσι κόπρον ἐκτὸς τῆς οἰκίας ἐργάται β καὶ ἐπιτιθέασι ὄνοις τρισὶ Παῶτος Ἡρακλ τιμῆς τριώβολον χαλκοῦ δραχμὴ α μισθὸς ἄλλων παίδων β ἀκολουθούντων τοῖς ὄνοις πεντώβολον μισθὸς κοπρηγῶν δύο διὰ Παῶτος ὀνηλάτου ὣς Ἐπίμαχος ὀβολὸς ἀντλοῦσιν ἐν τῷ χωρίῳ Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις Δημητρίωι Παχράτου μισθὸς κυκλευτοῦ τριώβολον γ σκάπτουσιν ὁμοίως κόπρον πρὸς τῇ οἰκίᾳ καὶ ἐπιτιθέασιν ὁμοίως ὄνοις τρισὶ Παῶτος ὀνηλάτου τιμῆς ὀβολῶν γ 𐅵δραχμὴ α ὀβολὸς ἀκολουθοῦσι τοῖς αὐτοῖς ὄνοις παῖδες β τιμῆς ὀβολοῦ α 𐅵πεντώβολον χωφοροῦσιν εἰς τὸ χῶμα τῶν ἐκ τοῦ Ἰνδίου ἀρουρῶν β ἐργάται β δραχμὴ α ὀβολὸς θρυοτίλλουσι σκαφείοις ἐν ταῖς ἐκ τοῦ Ἰνδίου ἀρούραις ι καὶ μεταβάλλουσιν εἰς τὰς ἀπὸ ἀπηλιώτου ὁμοίως ἀρούρας β πρὸ τοῦ ὕδατος ἐργάται ϛ τιμῆς τριωβόλου χαλκοῦ δραχμαὶ γ ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις δ βοτανίζουσιν ἐν τῷ χωρίωι Ἀμβρύων καὶ παῖδες ϛ τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ β τριώβολον