Ancient Greek
9699.2.42 to 9699.4.78
Documentary Papyri, SB 8 9699.2.42-9699.4.78
Not analysed yet
ἀντλοῦσιν ὁμοίως Ὧρος καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α ἀντὶ Ἀμβρύοντος βοτανίζοντος μετὰ τῶν παίδων τετρώβολον ἐπασφαλίζουσι τὸ χῶμα Ἰνδίου ἀρουρῶν β δείληι ἐργάται β τιμῆς διωβόλου τετρώβολον ε ἀναλαμβάνουσι τὸ ῥῆγμα Ἰνδίου ἀρουρῶν β καὶ χωφοροῦσιν εἰς αὐτὸ ἐργάται η τιμῆς τριωβόλου ἕως μεσημβρίας χαλκοῦ δραχμαὶ δ ἀντλοῦσιν εἰς τὸ χωρίον Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τετρώβολον ἀνηλώματα χαλκοῦ δραχμαὶ ιη Ἀμβρύων ἀργίζει ἐργάτηι ὄντι ἐπὶ τοῖς χώμασι Ἰνδίου ὑδροφυλακοῦντι τριώβολον ἄλλωι βωλοκοπήσαντι χοῦν τοῦ χώματος ἀρουρῶν ι τριώβολον σκάπτουσιν ὁμοίως κόπρον πρὸς τῇ οἰκίᾳ καὶ ἐπιτιθέασιν ὄνοις τρισὶ Παῶτος ἐργάται β τιμῆς τριωβόλου χαλκοῦ δραχμὴ α ἀκολουθοῦσιν ὁμοίως τοῖς ὄνοις αἴρουσι τὴν κόπρον πρὸς τῷ Δημητρίῳ παῖδες γ τιμῆς ὀβολῶν β 𐅵δραχμὴ α ὀβολὸς α 𐅵ϛ ἐργάτηι φυλάσσοντι τὸ χῶμα Ἰνδίου ἀρουρῶν β κατὰ …ταν ἕως ἕνα ἐκεῖ στήσωμεν τριώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τετρώβολον βοτανίζουσιν ἐν τῶι χωρίῳ Ἀμβρύων καὶ παῖδες ζ τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ β τετρώβολον ἡμιωβέλιον ζ ἐπασφαλίζουσιν καὶ ὑδροφυλακοῦσιν ὁμοίως τὸ ῥῆγμα καὶ το χῶμα τῶν ἐκ τοῦ Ἰνδίου ἀρουρῶν β ἐργάται ε τιμῆς τριωβόλου χαλκοῦ δραχμαὶ β τριώβολον βοτανίζουσιν ἐν τῷ παραδείσωι ἀπηλιώτου χωρίου Ἀμβρύων καὶ παῖδες θ τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ γ τετρώβολον ἡμιωβέλιον ἀντλοῦσιν εἰς τὸ χωρίον Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τετρώβολον η Πανετουώτει Κανάϊτος γεγονότι ἐπὶ τῷ χώματι Ἰνδίου ἀρουρῶν β ἅμα καὶ εἰς τὸ Ἡφαιστίωνος Κερφελλίου ἀπὸ σήμερον φυλάσσοντι νυξὶ καὶ ἡμέραις ἀπὸ τῶν ἑσταμένων αὐτῶι δίδοσθαι ὑπʼ ἐμοῦ καὶ Ἡφαιστίωνι Κερφελλίου πρὸς ἀνάλογον τοῦ μηνὸς δραχμαὶ κ ἐπὶ λόγῳ διʼ ἐμοῦ ἀργυρίου δραχμαὶ δ βοτανίζουσιν ἐν τῷ χωρίῳ Ἀμβρύων καὶ παῖδες ζ τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ β πεντώβολον ἡμιωβέλιον ἀντλοῦσιν εἰς τὸ χωρίον ὁμοίως Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τριώβολον ὄνοι Παῶτος μετήνεγκον εἰς οἶκον ἀπὸ πλινθουργίου ἀνηλώματα ἀργυρίου δραχμαὶ δ καὶ χαλκοῦ δραχμαὶ ιζ τετρώβολον Πεϊμοῦτος ἱερέως Διὸς ἀριθμῶι Α καὶ εἰς τὴν ἔπαυλιν φν θ βοτανίζουσιν ἐν τῷ χωρίῳ Ἀμβρύων καὶ παῖδες η τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ γ διώβολον ἀντλοῦσιν ὁμοίως Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τριώβολον ι βοτανίζουσιν ὁμοίως Ἀμβρύων καὶ παῖδες ι τιμῆς ὀβολῶν β 𐅵δραχμαὶ δ ὀβολὸς