Ancient Greek
9699.25.554 to 9699.27.598
Documentary Papyri, SB 8 9699.25.554-9699.27.598
Not analysed yet
κα Ἐπιμάχου δραχμαὶ δ ἄλλους ὀβολοὺς ια δραχμὴ α τετρώβολον γίνεται δραχμαὶ ε τετρώβολον κβ Ἐπιμάχου ὀψίας εἰς τὴν κγ δραχμαὶ η κδ Ἐπιμάχου ὁμοίως εἰς δαπάνην ἀργυρίου δραχμαὶ ιβ κϛ Ἐπιμάχου διὰ Θαλλούσης τοὺς Φίβει μισθῶι βοῶν ὀβολοὺς ιη δραχμαὶ β τετρώβολον κζ Ἐπιμάχου ὁμοίως τὰς Φίβει ἄλλας δραχμαὶ δ κθ Ἐπιμάχου ὁμοίως διὰ Ἀμβρύοντος κηπουροῦ δραχμαὶ δ γίνεται λήμματα τοῦ μηνὸς Παχὼν ἀργυρίου δραχμαὶ ρκ ἀφʼ ὧν ἀνηλώματα τῷ αὐτῶι μηνὶ Παχών· ἐγλόγου πλείωι ὑπὲρ δαπανημάτων Φαρμοῦθι ἀργυρίου δραχμαὶ μγ α θερίζουσι τὸν πυροῦ σπόρον Ἡδύλου ἐργάται β τιμῆς διωβόλου χωρὶς σταχύων τετρώβολον ἅμαξαι ὁμοίως δύο κοβαλεύουσι δράγματα ἀπὸ τῶν …εἰς τὴν ἅλω ἀγώγια ι διὰ μὲν Δημητρίου Παχράτου καὶ διὰ Παποντῶτος Ἁρπμούιτος ἡ ἡμῶν Ἡδύλου ὁμοίως δείληι ἀγώγιον α μισθὸς βοῶν δέκα προπατοῦντων ἐπὶ τῆς ἅλως …Τρυχᾶτος κατὰ μετοχὴν Δημητρίου Παχράτου τιμῆς τετρωβόλου ὀβολοὶ ι δραχμὴ α τετρώβολον Φῖβις ἀλοᾷ σὺν Εὐμένῃ Δημήτριος ἐπιδίδωσι δράγματα ταῖς ἁμάξαις κυκλευτῇ κυκλεύοντι τὸ ὄργανον τετρώβολον Ἀμβρύων ἐστὶ περὶ τὸν οἰκοδόμον οἰκοδομῶν τὸ τεῖχος τοῦ ἡλιαστηρίου β μισθὸς βοῶν ζεύγους α ἁλοῶντος εἰς τὴν πυροῦ ἅλω Ἡδύλου δραχμὴ α τετρώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι γ θερίζουσιν ὁμοίως ἐν Ἡδύλου ἐργάται ι τιμῆς διωβόλου χαλκοῦ δραχμαὶ γ διώβολον ἡ ἅμαξα ἡμῶν διὰ Παποντῶτος Ἁρπμούιτος τοῦ μισθωσαμένου αὐτὴν ἐκοβάλευε ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω ἀγώγια ϛ μισθὸς βοῶν γ προπατούντων ἐπὶ τῆς αὐτῆς ἅλως Ἡδύλου δραχμαὶ β τριώβολον μισθὸς ἐργάτου ἁλοῶντος σὺν Φίβει τετρώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι δ ἅμαξα ἡμῶν διὰ Παποντῶτος Ἁρπμούιτος ἐκοβάλευε δράγματα ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω ἀγώγια γ ἀνηλώματα ἀργυρίου δραχμαὶ μγ καὶ χαλκοῦ δραχμαὶ ια ὀβολὸς μισθὸς βοῶν γ προπατούντων ἐπὶ τῆς πυροῦ ἅλως Ἡδύλου τιμῆς πεντωβόλου δραχμαὶ β τριώβολον μισθὸς ἐργάτου ἁλοῶντος σὺν Φίβει Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι ε θερίζουσιν ἐν ταῖς πρότερον Οὐλήμιος ἀρούραις β ἐργάται ϛ τιμῆς διωβόλου χαλκοῦ δραχμαὶ β μισθὸς βοῶν ζεύγους α ἁλοῶντος ἐπὶ τῆς ἅλως Ἡδύλου δραχμὴ α τετρώβολον Φῖβις ἀλοᾷ Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι ϛ μισθὸς ὄνων τεσσάρων κοβαλευόντων δράγματα ἀρουρῶν πρότερον Οὐλήμιος αλω εἰς τὴν ἅλω Ἡδύλου …μανδάκας ιβ τιμῆς ὀβολοῦ α 𐅵χαλκοῦ δραχμαὶ γ …απ…τω… ἀγώγια τιμῆς τετρωβόλου δραχμαὶ β τριώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι