Ancient Greek
9699.27.599 to 9699.28.637
Documentary Papyri, SB 8 9699.27.599-9699.28.637
Not analysed yet
ζ μισθὸς ὄνων ϛ κοβαλευόντων ἀγκάλας ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω …μανδάκας λε τιμῆς διωβόλου γίνεται χαλκοῦ δραχμαὶ ια τετρώβολον μισθὸς βοῶν τρίων ἁλοουσῶν …διὰ Φίβιος τιμῆς πεντωβόλου δραχμαὶ β τριώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι σὺν τῷ μηχαναρίωι η μισθὸς ὄνων ιβ κοβαλευόντων ἀγκάλας ἀπὸ τοῦ Ἡδύλου εἰς τὴν ἅλω μανδάκας λ τιμῆς διωβόλου γίνεται χαλκοῦ δραχμαὶ ι μισθὸς ὁμοίως δέκα ἁλοώντων εἰς τοῦ αὐτοῦ χορτότηλιν ἕως ὀψίας …διὰ Φίβιος δραχμαὶ γ διώβολον Ἀμβρύων ἀκολουθεῖ τῶι ὀργάνωι ὁ φύλαξ Ἡδύλου εξη… σήμερον θ Κάστορι Πανσενλαύλου …τιμῆς τριχιῶν σεβενίνων δύο εἰς τὴν μηχανήν δραχμαὶ ε μεθʼ ἃς ἔσχε παρʼ αὐτοῦ Ἐπιμάχου δραχμὰς δ τὴν λοιπὴν ἀργυρίου δραχμὴ α ἀνηλώματα ἀργυρίου δραχμὴ α καὶ χαλκοῦ δραχμαὶ λθ τετρώβολον Φῖβις κοβαλεύει ἄχυρον εἰς οἶκον τῶι βαλανείωι Ἀμβύων ἀκολουθεῖ τῶι ὀργάνωι ι ἡ ἅμαξα Ἡφαιστίωνος Παπτάιος ἐκοβάλευε ἀγκάλας ἀπὸ τοῦ Ἱπποστράτου εἰς τὴν ἅλω ἀγώγια ϛ, τὸν δὲ μισθὸν ἕξει ἐν κριθῆι ὥστε α… κριθ μισθὸς βοῶν γ ἁλοώντων ἐπὶ τ χ… τιμῆς πεντωβόλου δραχμαὶ β τριώβολον ἁλοητῇ ἁλοῶντι σὺν Φίβει τριώβολον κυκλευτῇ κυκλεύοντι τὸ ὄργανον σὺν τῷ μηχαναρίωι τριώβολον Ἀμβρύων ἐστὶ περὶ τὰς φιμώσεις ἀναψησμοῦ τοῦ λάκκου ἀπηλιώτου χωρίου …ια μισθὸς ἁμαξῶν δύο κοβαλευουσῶν ὁμοίως ἀγκάλας ἐκ τοῦ Ἱπποστράτου κλήρου εἰς τὴν ἅλω ἀγώγια ιβ ἐκ δραχμῶν ε ἀργυρίου δραχμαὶ ι μισθὸς βοῶν δέκα ἁλοουσῶν εἰς τὸν χόρτον τιμῆς πεντωβόλου δραχμαὶ γ διώβολον μισθὸς παιδίου ἁλοῶντος μετὰ Φίβιος ὀβολοὶ β 𐅵ιβ μισθὸς ὁμοίως ὄνων ε κοβαλευόντων τὰς ἐπιλοίπας ἀγκάλας ἐκ τοῦ Ἱπποστράτου εἰς …νε μανδάκας ε τιμῆς ὀβολοῦ α 𐅵δραχμὴ α ὀβολὸς α 𐅵μισθὸς βοῶν ζεύγους α ἁλοῶντος εἰς τὸν χόρτον διὰ Φίβιος δραχμὴ α τετρώβολον Ἀμβρύων κηπουρὸς ἀκολουθεῖ τῶι ὀργάνωι ιγ ἀναψῶντες τὸ ἐντὸς φρέαρ το… Ἀμβρύων ἄλλοι δ τιμῆς τριωβόλου δραχμαὶ β μισθὸς κυκλευτοῦ κυκλεύοντος σὺν τῷ μηχαναρίωι τὸ ὄργανον τριώβολον ιδ ἀναψῶντες ὁμοίως τὸ ἀπὸ βορρᾶ τοῦ λάκκου διωρύγιον ἀπηλιώτου χωρίου Ἀμβρύων καὶ ἐργάται ια τιμῆς τριωβόλου χαλκοῦ δραχμαὶ ε τριώβολον κυκλευτῇ κυκλεύοντι τὸ ὄργανον σὺν τῷ μηχαναρίωι τριώβολον ιε ἀναψῶντες ὁμοίως τὸ αὐτὸ διωρύγιον Ἀμβρύων ἄλλοι η τιμῆς τριωβόλου δραχμαὶ δ ἀνηλώματα ἀργυρίου δραχμαὶ ι καὶ χαλκοῦ δραχμαὶ κβ τετρώβολον