Ancient Greek
9699.7.165 to 9699.9.202
Documentary Papyri, SB 8 9699.7.165-9699.9.202
Not analysed yet
γίνεται τὸ πᾶν ἀνήλωμα τοῦ μηνὸς Σεβαστοῦ ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ ξβ τριώβολον καὶ χαλκοῦ δραχμαὶ πε διώβολον, αἱ ἀργυρίου ὡς τῶν δραχμῶν δ ὀβολοὶ κθ ἀργυρίου δραχμαὶ οα ὀβολὸς, γίνεται ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ ρλγ τετρώβολον ἀνθʼ ὧν λήμματα τοῦ αὐτοῦ μηνὸς Σεβαστοῦ ἀργυρίου δραχμαὶ σκα τριώβολον, καταλείπονται εἰς Φαῶφι ἀργυρίου δραχμαὶ πζ πεντώβολον ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιάνου Σεβαστοῦ μηνὸς Φαῶφι, ὧν λήμματα· α ἐγλόγου λήμματος τοῦ μηνὸς Σεβαστοῦ ἀργυρίου δραχμαὶ πζ πεντώβολον Ἐπιμάχου Παχνούτιος ἀπὸ φόρου φοινικῶνος ἀπηλιώτου χωρίου δραχμαὶ η ε Ἐπιμάχου εἰς δαπάνην ὀψίας δραχμαὶ δ ιβ Ἐπιμάχου ὁμοίως δ…πι… δραχμαὶ δ ιγ τιμῆς πυροῦ ἀρταβῶν ϛ ἐκ δραχμῶν ι ἀργυρίου δραχμαὶ ξ κ τιμῆς πυροῦ ἀρταβῶν ιδ πεπραμένων κατὰ μέρος Ἐπιμάχου εἰπόντος ἀργυρίου δραχμαὶ ρμ κα Ἀπολλοδώρου ἰατροῦ τιμῆς λαχάνου ἀρταβῶν ε ἐκ δραχμῶν κα ἀργυρίου δραχμαὶ ρε κγ Ἐπιμάχου ὁμοίως εἰς δαπάνην δραχμαὶ δ κδ τιμῆς πυροῦ ἀρταβῶν δ ὁμοίως ἐκ δραχμῶν ι δραχμαὶ μ κϛ Ἐπιμάχου ὁμοίως ἄλλας δραχμαὶ αβ κζ Ἐπιμάχου ὁμοίως ὥστε ἀγοράσαι σπέρματα δραχμαὶ λβ γίνεται λῆμμα σὺν ἐγλόγωι ἀργυρίου δραχμαὶ δϙϛ πεντώβολον ἀφʼ ὧν ἀνηλώματα τῷ αὐτῶι μηνὶ Φαῶφι α ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων κηπουρὸς καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος Παχνούτιος ἀπὸ φόρου φοινικῶνος ἀπηλιώτου χωρίου καὶ Φῖβις καὶ ἐργάτης α τριώβολον β Ἀμβρύωνι κηπουρῶι διʼ Ἐπιμάχου Παχνούτιος ἀπὸ φόρου φοινικῶνος δραχμαὶ η γ ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων καὶ Ὧρος Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τριώβολον χωφοροῦσιν εἰς τὸν νοτινὸν γύην τῶν ἐκ τοῦ Πρώτου ἀρουρῶν ϛ ἐργάται β χαλκοῦ δραχμὴ α καθαρίζει ἐν τῶι νεοφυτῶι τοῦ χωρίου τὰ περισσὰ βλαστήματα ἐργάτης α τετρώβολον δ ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ ἄλλοι β τιμῆς τριωβόλου χαλκοῦ δραχμὴ α Φῖβις ἀργίζει συναίρων μετὰ Ἐπιμάχου τὸν λόγον καθαρίζει ὁμοίως ἐν τῷ νεοφυτῶι τὰ περισσὰ βλαστήματα ἐργάτης α τετρώβολον ε ἀντλοῦσιν Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος ἄλλοι δύο τιμῆς τριωβόλου χαλκοῦ δραχμὴ α Φῖβις ὁμοίως ἀργίζει, μισθὸς ἐργάτου ὄντος ἐν τῇ Τώμει πρὸ τοῦ ὕδατος πρὸς τὸ ποτισθῆναι τὸ ὕψηλον τόπιον τριώβολον ϛ ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος ἄλλοι β χαλκοῦ δραχμὴ α Φῖβις ὁμοίως ἀργίζει ζ τιμὴ φακοῦ ἀρτάβης 𐅵ὄρνιξι καὶ περιστεραῖς διὰ Θαλλούσης δραχμαὶ β τριώβολον