Ancient Greek
9699.9.203 to 9699.11.239
Documentary Papyri, SB 8 9699.9.203-9699.11.239
Not analysed yet
ἀντλοῦσιν ἐν τῷ χωρίῳ Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος ἄλλοι β τιμῆς τριωβόλου χαλκοῦ δραχμὴ α Φῖβις ἀργίζει ὁμοίως η Πανετουώτι Κανάιτος ὑδροφύλακι τοῦ διαζεύγματος Ἰνδίου ἀρουρῶν β πορευθέντι ἀπὸ σήμερον, φυλάξαντι δὲ ἀπὸ η μηνὸς Σεβαστοῦ …ἡμέραις ἡμέρας λ απ…ων συναγομ… μεθʼ ἃς ἔσχε παρὰ Ἡφαιστίωνος Κερφελλίου ἀνηλώματα ἀργυρίου δραχμαὶ ι τριώβολον καὶ χαλκοῦ ζ πεντώβολον ὑπὲρ ἡμισείας αὐτοῦ δραχμαὶ ι, ἄλλας διʼ ἐμοῦ δραχμὰς δ …ὁμοίως εἰς πλήρωσιν τοῦ ἡμῶν μέρους ἀργυρίου δραχμαὶ ϛ ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις θ ἀντλοῦσιν ὁμοίως Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τριώβολον ι σκάπτουσιν ἐκτὸς τοῦ τείχους τῆς αὐλῆς, εἴ που εὑρεθήσεται κόπρος ἐργάτης α τριώβολον καὶ παῖς α διώβολον πεντώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ια ἀντλοῦσιν ὁμοίως Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α Νικηφόρωι παιδὶ πορθμεῖον ὑπάγοντι εἰς Ἰβίωνα Πανεσκ καταστησομένωι ἐπιστολὴν Ἁρμάει ὥστε …υἱῶι ὡς ὄντι ἐν Κόπτωι διώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις αβ θρυοτίλλουσι σκαφείοις ἐν ταῖς πρότερον Τρυχᾶτος ἀρούραις ε ἐργάται ζ τιμῆς τριωβόλου δραχμαὶ γ τριώβολον ἀντλοῦσιν ὁμοίως ἐν τῷ χωρίῳ Ἀμβρύων Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ἄλλος α τριώβολον ιγ θρυοτίλλουσιν ὁμοίως ἐν ταῖς αὐταῖς πρότερον Τρυχᾶτος ἐργάται ϛ τιμῆς τριωβόλου δραχμαὶ γ μισθὸς βοῶν ζεύγους α χερσοκοποῦντος ἐν τῷ ἀναπαύματι Ἡδύλου δραχμὴ α τετρώβολον χωφοροῦσιν εἰς τὴν λιβικὴν ἀναβολὴν τῶν ἐκ τοῦ Πρώτου ἀρουρῶν ϛ κατὰ μετοχὴν Γαίου Ἱκπέως καὶ Σαραπίωνος ια, γίνεται τὸ αὐτὸ …ροτομω πρὸς τὸ τὰς ἀρούρας ποτισθῆναι κατὰ μέρος ἀπὸ σήμερον ἕως ιε ἐργάται ιη, οἱ ἐπιβαλλόμενοι ἡμῖν ὑπὲρ τοῦ ἡμῶν μέρους ἐργάται ζ τιμῆς τριωβόλου δραχμαὶ γ τριώβολον βωλοκοποῦσιν ὁμοίως τὸ χῶμα τοῦ γύου τῶν αὐτῶν ἀρουρῶν ἐργάται β τιμῆς τριωβόλου χαλκοῦ δραχμὴ α χωφορεῖται ὁμοίως εἰς τὴν λιβικὴν ἀναβολὴν Ἱπποστράτου ἀνηλώματα ἀργυρίου δραχμαὶ ϛ καὶ χαλκοῦ δραχμαὶ ιε διώβολον διὰ ἐργατῶν ε τιμῆς διωβόλου δραχμὴ α τετρώβολον ἀντλοῦσιν εἰς τὸ χωρίον Ἀμβρύων καὶ Ὧρος Ὥρου καὶ Ἐπίμαχος καὶ Φῖβις ιδ χωφοροῦσιν ὁμοίως εἰς τὴν αὐτὴν ἀναβολὴν καὶ νοτίνην Ἱπποστράτου ἐργάται η τιμῆς τριωβόλου χαλκοῦ δραχμαὶ δ σκάπτουσιν καὶ χωφοροῦσιν εἰς τὸν γύην τῶν ἐκ τοῦ Πρώτου