Ancient Greek
SB 8 9749
Documentary Papyri, SB 8 9749
Not analysed yet
ἐδόθησαν διὰ τοῦ βορρίνου σκέλους Ἡρακλέους διὰ Ἄππα Κύρου μεγαλοπρεπεστάτου παγάρχου αὐτοῦ ἐν Βαβυλῶνι ἐπὶ μηνὸς Μεχεὶρ ἰνδικτίονος πεντεκαιδεκάτης ἀκολούθως ἀποδείξει Ἁριγάτου ἀμιρᾶ οὔσῃ παρʼ ἐμοὶ Φιλοξένῳ δουκὶ τῆς Ἀρκαδίων ἐπαρχίας τῆς δοθείσης ποσότητος ἀπὸ πάσης Ἀρκαδίας σίτου ἀρτάβαι τρισχιλίαι ἑκατὸν ἑξήκοντα τέσσαρα γίνονται σίτου ἀρτάβαι Γρξδ μόναι καὶ πρὸς ὑμῶν ἀσφάλειαν πεποίημαι τὴν παροῦσαν ἀπόδειξιν γραφεῖσαν διὰ του ἐμοῦ νοταρίου ἐν ᾗ τὴν συνήθη μοῦ βούλλαν ἐπέθηκα· ἀπόδειξις σίτου ἀρταβῶν Γρξδ δοθεισῶν διὰ τοῦ βορρίνου σκέλους Ἡρακλέους ἀπόδειξις Φιλοξένου