Ancient Greek
SB 8 9750
Documentary Papyri, SB 8 9750
Not analysed yet
1,msup Φλαουίῳ Χριστοφόρῳ τῷ μεγαλοπρεπεστάτῳ υἱῷ τοῦ ἐνδοξοτάτου κυρίου Ἄππα Κύρου παγάρχῳ τοῦ βορρίνου σκέλους ταύτης τῆς Ἡρακλέους πόλεως ἡμεῖς Ἰωάννης μείζων υἱὸς Πέτρου καὶ Μηνᾶς βοηθὸς υἱὸς Ἰωάννου ἀμφότεροι ἀπὸ κώμης Ὤννη τοῦ Ἡρακλεοπολίτου νομοῦ ἐσχήκαμεν παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας διὰ χειρὸς κατὰ παράκλησιν ἡμῶν εἰς ἰδίαν καὶ ἀναγκαίαν ἡμῶν χρείαν τὰ καὶ καταβληθέντα παρʼ ἡμῶν εἰς τὰ συντελούμενα δημόσια ἡμῶν τρίτης καταβολῆς πεντεκαιδεκάτης ἰνδικτίονος χρυσοῦ νομίσματα δέκα ἑπτὰ καὶ κεράτια τρία τέταρτον γίνονται χρυσοῦ νομίσματα ιζ κεράτια γ δ ὀβρυζιακὰ ἀπὸ κερατίων εἴκοσι τριῶν καὶ ταῦτα ἑτοίμως ἔχομεν παρασχεῖν ὑμῖν εἴσω πέντε ἡμερῶν ἀριθμουμένων ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἔστι Φαμενὼθ α τῆς παρούσης ιε ἰνδικτίονος ἀναμφιβόλως· ἐγράφη μηνὸς Φαμενὼθ α ιε ἰνδικτίονος. ἐγὼ Μηνᾶς βοηθὸς στοιχεῖ μοι καὶ ἔγραψα ὑπὲρ τοῦ ἐμοῦ ἑταίρου Ἰωάννου μείζονος ἀγραμμάτου ὄντος· διʼ ἐμοῦ Ἠλία συμβολαιογράφου.