Ancient Greek
SB 8 9754
Documentary Papyri, SB 8 9754
Not analysed yet
Φλαουίῳ Χριστοφόρῳ τῷ μεγαλοπρεπεστάτῳ τοποτηρητῇ ταύτης τῆς Ἡρακλέους πόλεως· Ἰουλιάνα γαμετὴ Ἠλία νεωτέρου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ εἰληφέναι καὶ παραλαβεῖν παρʼ ὑμῶν ἐντεῦθεν ἤδη ἐκ τῶν πενιχρῶν πραγμάτων τοῦ αὐτοῦ μου συμβίου Ἠλία νεωτέρου δακτυλίδια ἀργύρεα τρία καὶ καμίσια παλαιὰ δύο καὶ καμελαύκια δύο καὶ σινδόνιον παλαιὸν ἓν καὶ χαρταλάμιον βαπτὸν ἓν · γίνεται εἴδη θ. καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποίημαι ὑμῖν τὴν παροῦσαν ἀπόδειξιν γραφεῖσαν μηνὶ Παῦνι δεκάτῃ δ ἰνδικτίονος διʼ ἐμοῦ Ἀνοὺπ συμβολαιογράφου.