Ancient Greek
SB 8 9755
Documentary Papyri, SB 8 9755
Not analysed yet
Φλαουίῳ Ἄππα Κύρῳ τῷ μεγαλοπρεπεστάτῳ παγάρχῃ τοῦ βορρίνου σκέλους ταύτης τῆς Ἡρακλέους πόλεως διʼ ὑμῶν Κοσμᾶ τοῦ περιβλέπτου αὐτοῦ χαρτουλαρίου Ἄπα Ἰουσὲφ Ἀλιαρὲτ υἱὸς Καειτὲ καὶ Ἄμβρος υἱὸς Ἐτὰ καὶ Μουσαφὲ υἱὸς Σαληεὶτ καὶ Σαεὶτ υἱὸς Ἀμηρ Ἄμφου …μαγαρῖται …ὁμολογοῦμεν ……θ ἔντων ὑμῖν …ἐπισταλῆναι …αυ… ἄλογα διάφορα ἐνενήκοντα ἓξ ἄλογα διάφορα ϙϛ καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποιήμεθα ὑμῖν τὴν παροῦσαν ἀπόδειξιν καλέσαντες καὶ Γαβαλᾶν τὸν ἀμιρᾶν ταύτης τῆς Ἡρακλέως πόλεως τὴν αὐτοῦ σφραγίδα ἐπιθεῖναι αὐτῇ· γραφεῖσαν μηνὶ Μεχεὶρ κβ τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίονος· ἔτι ἔσχαμεν ἡμεῖς οἱ προγεγραμμένοι μαγαρῖται ἀπὸ τοῦ βορρίνου μέρους Ἡρακλεοπολίτου ἕτερα ἄλογα διάφορα τρία, γίνεται ἄλογα γ, ὁμοῦ τὸ πᾶν ἄλογα ϙθ ἐνενήκοντα ἐννέα μηνὶ Ἐπεῖφι κε ιε ἰνδικτίονος ἀπόδειξις τῶν μαγαριτῶν τῶν παραλαμβανόντων.