Ancient Greek
SB 8 9770
Documentary Papyri, SB 8 9770
Not analysed yet
…μιν…α καὶ ἀποδώσομεν αὐτὰ μηνὶ Φαρμοῦθι τῆς ἀρτίως ἐνστάσης πέμπτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. εἰ δὲ τῇ προθεσμίᾳ μὴ ταῦτά σοι ἀποδώσωμεν καὶ βουληθείης ἐκ παρακλήσεως ἡμῶν συμπεριενεχθῆναι καὶ ἑτέραν ἐνδοῦναι ἡμῖν προθεσμίαν, συνεθέμεθα ποιήσειν σοι ὑπὲρ τοῦ παρατρέχοντος χρόνου τὴν νομίμην ἑκαστοστὴν ἄχρει τελείας εὐγνωμοσύνης παντὸς τοῦ χρέους καὶ μὴ ἐξεῖναι ἡμῖν λέγειν δεδωκέναι σοι χωρὶς ἐγγράφου σου ἀποδείξεως ἤγουν ἀνακομιδῆς τοῦδε ἡμῶν τοῦ γραμματίου ὑποκειμένων σοι εἰς τοῦτο πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἰσὰκ καὶ Ἰακκῶβ γνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἰουλίου μετʼ ἐγγυητρίας τῆς τούτων μητρὸς Χώρας θυγατρὸς Ποῦσι οἱ προκείμενοι ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης χρεωστεῖν τὰ τοῦ χρυσίου νομισμάτια ἑπτὰ ἥμισυ ἑκατοστῇ παρακειμένῃ πέντε ἥμισυ κατʼ ἐνιαυτὸν καὶ ἀποδώσομεν τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Κῦρος Παύλου ἔγραψα ὑπὲρ αὐτῶν παρόντων ἀγραμμάτων ὄντων . di emu Filoxenu ἐγράφη διʼ ἐμοῦ Φιλοξένου. …τετ τῆς τούτων μητρὸς Χώρας …γεφιλ Φοιβάμμων …νηθ… ἐν Ἀρσινόῃ.