Ancient Greek
SB 8 9771
Documentary Papyri, SB 8 9771
Not analysed yet
…Θωμᾷ Τιμοθέῳ τῷ μεσίτῃ τῶν πολιτικῶν ὁρρίων υἱῷ τοῦ μακαρίου Ἰωάννου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου χρείαν χρυσίου νομισμάτιον ἓν παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον γίνεται χρυσίου νομισμάτιον α παρὰ κεράτια ζ 𐅵δ κεφαλαίου καὶ λόγῳ τόκου αὐτοῦ μηνιαίῳ ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαμενὼθ τῆς παρούσης ἐνάτης ἰνδικτίονος χρυσοῦ κερατίου τέταρτον γίνεται χρυσοῦ κερατίου δ· τὴν δὲ ἀπόδοσιν τοῦ χρέους καὶ τοῦ τόκου ποιήσομαί σοι τῇ νεομηνίᾳ τοῦ Παῦνι μηνὸς τέλει τῆς αὐτῆς ἐνάτης ἰνδικτίονος ἀναμφιβόλως ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. διʼ ἐμοῦ Σανσνες σὺν θεῷ γραμματέως. …δος θυγατρὸς Καμειλει χρυσοῦ νόμισμα α παρὰ κεράτια ζ 𐅵δ εἰς τὸν Θωμᾶ Τιμόθεον μεσίτην.