Ancient Greek
SB 8 9773
Documentary Papyri, SB 8 9773
Not analysed yet
…βασιλείας τοῦ ἡμῶν δεσπότου Φλαουίου Ὁνωρίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ια ὑπατείας Φλαουίου Στιλίχωνος τοῦ ἐνδοξοτάτου Φαῶφι μηνὸς ι τῆς εὐτυχοῦς τετάρτης ἰνδικτίωνος ἐν Ἡρακλεουπόλει. Ἰούλιος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας, υἱὸς Αἰτωνιακίου μητρὸς Μαρίας ἀπὸ κώμης Πεενὴ τοῦ Ἡρακλεουπολίτου νομοῦ Αὐρηλίᾳ Μάννᾳ θυγατρὶ τοῦ δεῖνα ἀφʼ Ἡρακλεουπόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρά σου διὰ χειρὸς ἐξ οἴκου καὶ πεπληρῶσθαι τὴν τιμὴν κριθῶν ἐπιτηδείων δεκαρούρῳ τῷ ἐμῷ καὶ τὴν τούτου ἀπόδοσίν σοι ποιήσομαι μετὰ πίστεως ἀγαθῆς τῷ Παῦνι μηνὶ ἀπὸ τῶν γεννημάτων τῆς πέμπτης ἰνδικτίονος. κυρία ἡ ὁμολογία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἰούλιος πρεσβύτερος τοῦ ἁγίου …διʼ ἐμοῦ …ου ἐτελειώθη. …ὁμολογία Ἰουλίου υἱοῦ Αἰτωνιακίου πρεσβυτέρου οἰκονόμου …