Ancient Greek
SB 8 9772
Documentary Papyri, SB 8 9772
Not analysed yet
…ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι παρὰ σοῦ ὑπὲρ λημματισμοῦ λόγου δημοσίου χρυσίου νομισμάτια δύο ἕκαστον παρὰ κεράτια τρία γίνονται χρυσίου νομισμάτια β παρὰ κεράτια ϛ ζυγῷ δημοσίῳ, ἅπερ συνεθέμην σοι παρασχεῖν ἀποκρότως ἕως τοῦ μηνὸς Παῦνι μετὰ καὶ τῶν φιλανθρώπων αὐτῶν σίτου εὐαρέστου ἀρταβῶν τεσσάρων, σίτου ἀρτάβας δ. εἰ δὲ μὴ ἀπαντήσω τῇ ἐνκιμένῃ προθεσμίᾳ τῷ αὐτῷ μηνὶ Παῦνι παράσχω σοι ὑπὲρ φιλανθρώπων τῶν νομισματίων δύο καταμηνιαίους ἀργυρίου μυριάδας ἑκατὸν πεντήκοντα γίνονται μυριάδες ρν ἄχρι ἀποδόσεως τοῦ κεφαλαίου ἀνυπερθέτως καὶ χωρίς τινος ἀντιλογίας καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ὁ προκείμενος στοιχεῖ μοι …γεγραμμένα, ὡς πρόκιται. …άκων ὁ προγεγραμμένος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος καὶ μαρτυρῶ. διʼ ἐμοῦ …