Ancient Greek
SB 8 9829
Documentary Papyri, SB 8 9829
Not analysed yet
Αὐρήλιος Πλουτίων Σιλβανοῦ μητρὸς Εὐδαιμονίδος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Φιλοξένῳ Φιλοξένου μητρὸς Δημητροῦτος ἀπὸ κώμης Νεσμείμεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι οὓς ἔχω ὄνους ἄρρενας δύο τελείους, ἕνα μὲν λευκόν, τὸν δὲ ἕτερον μέλανα, οὕσπερ ὄνους αὐτόθι παρείληφας παρʼ ἐμοῦ τούτους τοιούτους ἀναπορίφους, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τῶν αὐτῶν ὄνων δύο ἀργυρίου Σεβαστοῦ νομίσματος ταλάντων τεσσάρων ἅ αὐτόθι ἀπεσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους καὶ βεβαιωσειν σοὶ τοὺς αὀτοὺς ὄνους πάσῃ βεβαιώσει, τὸν δὲ ἐπελευσόμενόν σοι τούτων χάριν ἀποστήσειν με παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης …