Ancient Greek
SB 8 9830
Documentary Papyri, SB 8 9830
Not analysed yet
ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ α ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Θέων Πάτρωνος ὡς ἐτῶν …οὐλὴ ἀνκῶνι ἀριστερῶι καὶ Παποντῶς τοῦ δεῖνα ὡς ἐτῶν μϛ οὐλὴ μετώπωι ἐξ ἀριστερᾶς καὶ Σανσνεὺς Παποντῶτος ὡς ἐτῶν …οὐλη ἀριστερῶι καὶ Ἀφροδίσιος Ἀφροδισίου, τοῦ Ἡρακλ …ὡς ἐτῶν …οὐλὴ δακτύλωι μέσωι χειρὸς ἀριστερᾶς καὶ Ἀπολλώνιος Ἀπολλωνίου ὡς ἐτῶν …οὐλὴ μετώπωι μέσωι καὶ Ἡρακλῆς Πτολεμαίου ὡς ἐτῶν …οὐλὴ μετώπωι μέσωι καὶ Ἀπολλώνιος Ἀπολλωνίου ὡς ἐτῶν …οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς οἱ ἑπτὰ γεωργοῦντες δημοσίων ἐδαφῶν Ἀπύνχι Ψοσνέως ὡς ἐτῶν πεντήκοντα οὐλή …δεξιᾶς ἀρούρας ἐπικεχωρηκέναι αὐτῷ Ἀπύνχει εἰς τὸ εἰσιὸν …ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ· τὸν μὲν …ἐν τῶι λεγομένῳ ἑνδεκαρούρῳ …ἄρακος σποράν, τὸν δὲ Παποντῶν …λεγομένῃ Παλαίστρα ἀπὸ δισπόρου πυροῦ …ἀπὸ δημοσίων ἐδαφῶν γῆς ἀρούρας …εἰς χόρτου καὶ ἄρακος σποράν, τὰς λοιπὰς ἀρούρας …ατι…, τὸν δὲ Ἀφροδίσιον ὁμοίως …ἐν τόπωι λεγομένωι Σανέπτις εἰς χόρτου καὶ ἄρακος σποράν, …ἀπὸ δημοσίων ἐδαφῶν γῆς ἀρούρας τέσσαρας …ἄρακος, τὰς δὲ λοιπὰς ἀρούρας δύο εἰς …γῆν ἀφʼ ὧν γεωργεῖ περὶ Σαμάριαν τῆς αὐτῆς μερίδος …ἀρούρας τρεῖς εἰς χόρτου καὶ ἄρακος σποράν, …δημοσίων ἐδαφῶν γῆς ἀρούρας ἓξ εἰς χόρτου καὶ ἄρακος σποράν, …ου τοῦς εἰς κατάβρωμα καὶ κοιτασμὸν …μένου ἐπʼ αὐτῶι εἰς πάσας σπέρματα …τὰ καθήκοντα ἔργα καὶ ποτισμούς, οἱ καὶ ἀπέχουσι …ς τὴν ὧν ἐμίσθωσαν ἀρουρῶν τιμὴν …ὑπομεμισθωμένας ἀρούρας πάσῃ βεβαιώσι Παποντῶς τοῦ δεῖνα ὡς ἐτῶν μϛ οὐλὴ ὀφρύι ἀριστερᾷ καὶ Θέων Πάτρωνος ὡς ἐτῶν …οὐλὴ ἀνκῶνι ἀριστερῶι καὶ Ἀπολλώνιος Ἀπολλωνίου καὶ Σανσνεὺς Παποντῶτος καὶ Ἀφροδίσιος Ἀφροδισίου τοῦ Ἡρακλ …καὶ Ἡρακλῆς Πτολεμαίου καὶ Ἀπολλώνιος Ἀπολλωνίου οἱ ἑπτὰ γεωργοῦντες ἐν …ὁμολογοῦμεν ἐπικεχωρηκέναι τῶι Ἀπύνχι τὰς τὰς προκειμένας ἀρούρας πεντήκοντα …καὶ ἀπέχομεν πᾶσαν τιμὴν καὶ φόρους τῶν μεμισθώκαμεν πεντήκοντα ἀρουρῶν καὶ ἐπερωτηθέντες συμφωνοῦμεν τῶι λογισμῶι πάντων. Ἀπύνχις Ψοσνέως ὡς ἐτῶν ν οὐλὴ …δεξιᾶς καθὼς αὐτ… ὑπογρ ὑπομεμίσθωμαι ὁμοίως. ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Μεχεὶρ α. …κιμων