Ancient Greek
SB 8 9903
Documentary Papyri, SB 8 9903
Not analysed yet
Διογένης Ἡλιοδώρᾳ τῆι κυρίᾳ ἀδελφῇ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ἐποίησα παρὰ τῷ κυρίῳ Ἄπιδι. ἐγενόμεθα γὰρ ἐν Μέμφιδι τῆι ιζ ἑσπέρας. ἀσπάζεταί σε ὁ υἱός σου Ἀπολλώνιος καὶ ἔρρωται. σὺν θεοῖς δὲ γενόμενος ἐν Ἀλεξανδρείᾳ πᾶν σοι δηλώσω. ἄσπασαι Θέωνα καὶ Ζωίλον καὶ Ἁρποκρᾶν καὶ Διονυσοῦν καὶ τοὺς ἡμῶν πάντας. ἐρρῶσθαί σε εὔχομαι κυρία ἀδελφή. ἄσπασαι Ἀρέαν καὶ Ἑρμογένην καὶ Πτολεμαῖον καὶ Διδυμίωνα καὶ τοὺς ἡμῶν πάντας. ἀποδὸς Ἡλιοδώρᾳ ἀδελφῇ …δ Διογένους