Ancient Greek
SB 8 9904
Documentary Papyri, SB 8 9904
Not analysed yet
…πωι νομάρχῃ τῆς Ἀντινόου παρὰ Διδύμου Ἑρμαίου καὶ Τοθῆς Ὀννώφρεως καὶ Παπεντῶς Κιλικᾶτος καὶ Ψενοσίριος Σαραπίωνος, οἱ δ ἐξ ἀριθμοῦ ἀλαβαστρωνιτῶν ἀτρήσιος Καισαρείου τοῦ κατασκευασθέντος ἐν τῇ Ἀντινόου πόλει ὑπὸ Ἀντωνίου Δείου. ἀξιοῦμεν ἐπισταλῆναι ὀψώνιον ὑπὲρ μηνὸς Φαμενὼθ ἀνὰ λόγον ἑκάστου μηνὸς ἀργυρίου δραχμὰς ὀκτὼ ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ Μαριανοῦ ἐπιτροπεύσαντος τοῦ κυρίου Καίσαρος, τὰς συναγομένας ἀργυρίου δραχμὰς τριάκοντα δύο γίνονται ἀργυρίου δραχμαὶ λβ, ἐὰν δόξῃ σοι ἐπιστεῖλαι ἡμῖν. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ …Ψενοσῖρις …Νικίππῳ νομάρχῃ τῆς Ἀντινόου παρὰ …μω… συσ… ἀξιοῦ- μεν …νοσ… μη… πασ… ξη… ας β… ευσ… με… επι… ειρκ…