Ancient Greek
SB 8 9907
Documentary Papyri, SB 8 9907
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαυίου Κυνηγίου τοῦ λαμπροτάτου Αὐρηλίῳ Ταυρίνῳ Ἀκυλάου πολιτευομένῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Ὀννώφριος Νείλου τὸ ἐφέστιον ἔχων ἐν ἐποικίῳ σου περὶ Τιμώνθει. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ ἐπὶ τριετῆ χρόνον λογιζομένου ἀπὸ τοῦ ἑξῆς μηνὸς Θὼθ τῆς εὐτυχοῦς ἀπὸ καρπῶν τρίτης νέας ἰνδικτίωνος τὸ ὑπάρχον σοι πωμάριον τὰ ἐνόντα ἐν τῷ ἐποικίῳ σου, ἐν ᾧ φοίνικες καὶ κέδρια, πρὸς ἐργασίαν καλλιεργικὴν ἐφʼ ᾧ τέ με πᾶσαν καλλιεργίαν ἐνδείξασθαι τῷ αὐτῷ πωμαρίῳ καὶ παρασχεῖν σοι τῷ γεούχῳ ὑπὲρ λόγου φόρου φοινίκων καρυωτῶν ἀρτάβας δύο καὶ διδύφων ἀρτάβης τρίτον ξηρῶν, ὅνπερ φόρον ἀποδώσω σοι καθʼ ἕκαστον ἔτος ἀνυπερθέτως, ἐμοῦ μέντοιγε τοῦ γεωργοῦ πᾶσαν ὑδραντλητικὴν παροχίαν ποιοῦντος καὶ ἀναφυτοῦντος ὅλον τὸ προκείμενον πωμάριον. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Θὼθ κβ. Αὐρήλιος Ὀννῶφρις ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Κοπρέας ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.