Ancient Greek
SB 8 9908
Documentary Papyri, SB 8 9908
Not analysed yet
Αὐρήλιος Ἀβοῦς Ἀσήμεως ἀπὸ κώμης Φιλαδελφίας ἀρχιποιμὴν Ἀντωνίου Φιλοξένου τοῦ κρατίστου ἀπὸ ἐπιτρόπων Αὐρηλίῳ Καλάμῳ Ἁτρῆτος ἀπὸ κώμης Σεντρεπαὶ μισθωτῇ προβάτων τοῦ αὐτοῦ Ἀντωνίου Φιλοξένου χαίρειν. παρέλαβον παρὰ σοῦ ἀφʼ ὧν ἔχεις τοῦ εὐσχήμονος αἶγας δώδεκα ἃς καὶ λημματίσω διὰ λόγων μου καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀβοῦς ὡς ἐτῶν λε οὐλὴ ἀντικνημίῳ ἀριστερῷ. ἔτους ιδ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παχὼν γ.