Ancient Greek
SB 8 9909
Documentary Papyri, SB 8 9909
Not analysed yet
Αὐρήλιος Ἀβοῦς Ἀσήμεως μητρὸς Ἡρωίδος ἀπὸ κώμης Φιλαδελφίας ἀρχιποιμένα θρεμμάτων Ἀντωνίου Φιλοξένου νεωκόρου τοῦ μεγάλου Σαράπιδος τοῦ κρατίστου ἀπὸ ἐπιτρόπων Αὐρηλίῳ Νιλάμμωνι Ἁτρῆτος ἀπὸ κώμης Σεντραπαεὶ μισθωτῇ προβάτων τοῦ αὐτοῦ εὐσχήμονος χαίρειν. ἔσχον παρὰ σοῦ ἀφʼ ὧν ἔχεις ἐν μισθώσει θρεμμάτων εἰς λόγον τοῦ εὐσχήμονος αἶγας εἴκοσι ὀκτὼ ἃς καὶ λημματίσω τῷ λόγῳ τοῦ εὐσχήμονος ἀποπαρενεχθῆναί σοι καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ἀβοῦς ὡς ἐτῶν λη οὐλὴ ῥινὶ μέσῃ ἔτους ιε τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Θὼθ κϛ