Ancient Greek
SB 8 9931
Documentary Papyri, SB 8 9931
Not analysed yet
ὑπατείας Φλαουίου Γαλλικανοῦ καὶ Τυλλιανοῦ Συμάχου τῶν λαμπροτάτων, Θὼθ κε, δ ἰνδικτίωνος. Αὐρηλίᾳ Εὐστοργίᾳ Φιλάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Ἀνουθίου Σόιτος μητρὸς Νόννας ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ ἐφʼ ὃν βούλει χρόνον, λογιζόμενον ἀπὸ τοῦ αὐτοῦ μηνὸς Θὼθ τῆς εὐτυχοῦς παρούσης τετάρτης ἰνδικτίωνος, τὴν ὑπάρχουσάν σοι ὁλόκληρον οἰκίαν δίστεγον ι, ἐν ᾗ φρέαρ, σὺν χρηστηρίοις πᾶσιν ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου πόλεως ἀπηλιώτου ἐν ῥύμῃ καλουμένῃ Αλ…μω…ς πρὸς οἴκησίν μου καὶ χρῆσιν, ἐνοικίου κατʼ ἔτος ἀργυρίου ταλάντων ἑπτακισχιλίων ,ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῇς ἔχειν τὴν αὐτὴν οἰκίαν, παραδώσω σοι σὺν ταῖς ἐφεστώσαις θύραις καὶ κλεισὶ ὡς παρείληφα, ἐν μηδενὶ καταβλάψας πλὴν τῆς χρήσεως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θὼθ κε. Αὐρήλιος Ἀνούθιος Σόιτος ὁ προκίμενος μεμίσθωμαι ὡς πρόκειται …η…ιροηι…π… ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος …ου ἐγράφη διʼ ἐμοῦ Διον… μίσθωσις οἰκίας ἐν ῥύμῃ καλουμένῃ …