Ancient Greek
SB 8 9932
Documentary Papyri, SB 8 9932
Not analysed yet
βασιλείας τοῦ θειοτάτου ἡμῶν …ἔτους ἑπτακαιδεκάτου, μηνὸς …Φλαουίῳ Γερμανῷ τῷ λαμπροτάτῳ …τοῦ τῆς λαμπρᾶς μνήμης Φ… Ὑπερέχιος Δωροθέου πρεσβύτερος ἀπὸ τῆς Ἑρμουπολιτῶν …ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς σῆς λαμπρότητος, ἐφʼ ὃν βούλει χρόνον, λογιζόμενον ἀπὸ τῆς σήμερον, ἥτις ἐστὶν Τῦβι ὀγδόη τῆς παρούσης δευτέρας ἰνδικτίωνος τὸ ὑπάρχον σοι στάβλον ὁλόκληρον …σὺν καμάρᾳ καὶ λοιποῖς χρηστηρίοις πᾶσιν καὶ δικαίοις ἐξ ὅλου τοῦ στάβλου διακείμενον ἐπὶ τὴς αὐτῆς Ἑρμοῦ πόλεως …πρὸς ἐμὴν χρῆσιν, ἐνοικίου κατὰ μῆνα χρυσίου νομισματίου …,ὅπερ ἐνοίκιον ἀποδώσω τῷ ὑμετέρῳ εὐδοκίμῳ… πρὸς λῆξιν ἑκάστου μηνός, καὶ ὁπόταν βουληθείη ἡ σὴ λαμπρότης ἔχειν, παραδώσω σοι τὸ αὐτὸ στάβλον σὺν ἐφεστώσαις αὐτῷ θύραις δυσι ἐν μηδενὶ καταβλάψας. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ὑπερέχιος Δωροθέου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει. …Ἀντιόχου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει. …Ἀμμωνίου ὑποδιάκονος μαρτυρῶ τῇ μισθώσει. …Σαραπίωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει. …Ψ̔περέχιος Δωροθέου πρεσβυτέρου ἀπὸ Ἑρμουπόλεως …