Ancient Greek
1.1 to 1.16
Documentary Papyri, Stud.Pal. 20 1.1-16
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς …. ὁμολογεῖ Πτολεμαῒς Πτολεμαίου ὡς ἐτῶν τριάκοντα ἓξ μέση μελίχρως ἄσημος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πτολεμαίου τοῦ Ἀπολλωνίου ὡς ἐτῶν τριάκοντα μέσου μελίχρω οὐλὴ μήλωι δεξιῶι καὶ Μᾶρκος Οὐαλέριος Πρόκλος ἀπολύσιμος ἀπὸ στρατείας ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ μέσος μελίχρως οὐλὴ γαστροκνημίᾳ δεξιᾷ Μάρωνι Μάρωνος ὡς ἐτῶν πεντήκοντα μέσωι μελίχρωι οὐλὴ ὀφρύι ἀριστερᾷ λαιᾷ, ἡ μὲν Πτολεμαῒς παρακεχωρηκέναι τῶι Μάρωνι ὥστε καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς παρʼ αὐτῶν εἰς μετεπιγραφὴν ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῆι Πτολεμαΐδι ἀγοραστὰς ἐκ προκηρύξεως Κλαυδίου Βλάστου γενομένου ἐπιτρόπου τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ πρότερον Πτολεμαίου τοῦ Ἀκουσιλάου γενομένου μισθωτοῦ τινων οὐσιῶν περὶ Ἀρσινόην τῆσἩρακλείδου μερίδος κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι καὶ τὰ συνκύροντα πάντα ἐν δυσὶ σφραγῖσι ὧν γείτονες καθὼς ὁ παραχωρούμενος Μάρων ὑπηγόρευσεν τῆς μὲν πρώτης σφραγῖδος ἥ ἐστιν ἀρουρῶν δύο νότου Ἀρήας τῆς Ἥρωνος κλῆρος, βορρᾶ Μύστου Ἥρωνος τοῦ Ἡρῴδου κλῆρος, λιβὸς πεδιακὴ ὁδὸς, ἀπηλιώτου διῶρυξ εἰς ἣν ἐκχεῖται ὁ κλῆρος, τῆς δὲ δευτέρας σφραγῖδος ἥ ἐστιν τῆς λοιπῆς ἀρούρης μιᾶς νότου πεδιακὴ ὁδὸς, βορρᾶ Ἀφροδισίας κλῆρος, λιβὸς διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου διῶρυξ εἰς ἣν ἐκχεῖται ὁ κλῆρος, τὴν δὲ παραχώρησιν πεποιῆσθαι τὴν Πτολεμαίδα Μάρωνι σὺν τοῖς τοῦ ἐνεστῶτος ἔτους ἐκφορίοις καὶ σπέρμασι ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσει καὶ ἐπιτετελεκέναι τὴν Πτολεμαίδα τὰς εἰς τὸν Μάρωνα διὰ τοῦ κατοικικοῦ λογιστηρίου τῶν παρακεχωρημένων ἀρουρῶν τριῶν οἰκονομίας ὡς καθήκει καὶ ἀπέχειν τὴν αὐτὴν Πτολεμαΐδα παρὰ τοῦ Μάρωνος τὸ διεσταμένον παραχωρητικὸν ἀργυρικὸν κεφάλαιον ἀργυρίου δραχμὰς ἐνακοσίας ἀφʼ ὧν παρὰ μὲν τοῦ Μάρκου Οὐαλερίου Πρόκλου ἐκ τοῦ τοῦ Μάρωνος λόγου κατὰ χειρόγραφον καὶ κατὰ διαγραφὴν τῆς Ἡρακλείδου κολλυβιστικῆς τραπέζης Ταμείων ἀργυρίου δραχμὰς πεντακοσίας ,τὰς δὲ λοιπὰς ἀργυρίου δραχμὰς τετρακοσίας …ει διὰ τῆς Ἰσιδώρου τραπέζης Τεμ…σ…βολαιων καὶ βεβαιώσειν αὐτήν τε Πτολεμαίδα καὶ τοὺς παρʼ αὐτῆς τῶι Μάρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ παρακεχωρημένα καθὼς πρόκιται πάσῃ βεβαιώσει ἃ καὶ παρέξεσθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος ἀπὸ μὲν δημοσίων τελεσμάτων πάντων καὶ ἐπιγραφῶν πασῶν καὶ ἀρταβίων καὶ ναυβίων καὶ ἀριθμητικῶν καὶ ἐπιβολῆς κώμης καὶ κατακριμάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ