Ancient Greek
1.17 to 1.32
Documentary Papyri, Stud.Pal. 20 1.17-32
Not analysed yet
διεληλυθότος δευτέρου ἔτους καὶ αὐτοῦ τοῦ δευτέρου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύοντα Μάρωνα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένους καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ ποτίζοντας καὶ ἐκχέοντας διά τε τῶν πρότερον ὄντων ῥείθρων καὶ ὑδραγωγῶν καὶ ὁδῶν καθὼς ἄνωθεν εἴθιστο καὶ μεσιτεύοντας καὶ παραχωροῦντας ἑτέροις καὶ διοικοῦντας περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται καὶ πρὸς τὸν λοιπὸν χρόνον μηδὲ τὴν Πτολεμαίδα μηδὲ τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μήδε διαμφισβητήσειν μήδʼ ἐπελεύσεσθαι τρόπωι μηδενί· ὅ τι δʼ ἂν τούτων παραβῆι ἡ Πτολεμαΐς, ἀποτισάτω Μάρωνι παραχρῆμα ὅ τε εἴληφεν παραχωρητικὸν ἀργυρικὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς πεντακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον ἥ τε ὁμολογία ἥδε καὶ αἱ γεγονυῖαι διὰ τῶν καταλοχισμῶν οἰκονομίαι κύριαι ἔστωσαν ἐπὶ τὸν ἅπαντα χρόνον διηνεκῆ· ὁ δὲ Μᾶρκος Οὐαλέριος Πρόκλος εὐδοκεῖν τῇ παραχωρήσει καὶ μὴ ἐπελεύσεσθαι τρόπωι μηδενί. ὑπογραφεὺς τοῦ Μάρωνος Ἀκουτίων Ἀκουσιλάου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ ἀντιχειρίαι ἀριστερᾶι. Πτολεμαὶς Πτολεμαίου μετὰ κυρίου τοῦ ἀνδρὸς Πτολεμαίου τοῦ Ἀπολλωνίου ὁμολογῶ παρακεχωρηκέναι Μάρωνι Μάρωνος ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας μοι ἀγοραστὰς ἐκ προκηρύξεως Τιβερίου Κλαυδίου Βλάστου γενομένου ἐπιτρόπου τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ πρότερον Πτολεμαίου τοῦ Ἀκουσιλάου γεναμένου μισθωτοῦ τινων οὐσιῶν περὶ Ἀρσινόην τῆς Ἡρακλείδου μερίδος κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι καὶ τὰ συνκύροντα πάντα ἐν δυσὶ σφραγῖσι ὧν αἱ γειτνίαι καθὼς ὁ παραχωρούμενος Μάρων ὑπηγόρευσε πρόκινται καὶ ἐπιτετέλεκα τὰς διὰ τοῦ κατοικικοῦ λογιστηρίου οἰκονομίας ὡς καθήκει σὺν τοῖς τοῦ ἐνεστῶτος τρίτου ἔτους ἐκφορίοις καὶ σπέρμασι ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσει καὶ ἀπέχειν παρὰ τοῦ Μάρωνος τὸ παραχωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς ἐνακοσίας ἀφʼ ὧν παρὰ μὲν τοῦ Μάρκου ἐκ τοῦ τοῦ Μάρωνος λόγου κατὰ χειρόγραφον καὶ διαγραφὴν διὰ τῆς Ἡρακλείδου τραπέζης Ταμείων δραχμὰς πεντακοσίας ,τὰς δὲ λοιπὰς ἀργυρίου δραχμὰς τετρακοσίας διὰ τῆς Εἰσιδώρου τραπέζης …εμενους …λαιου καὶ παρέξεσθαι βέβαια ἐν πάσῃ κρίσει καὶ καθαρὰ ἀπὸ δημοσίων τελεσμάτων καὶ ἐπιγραφῶν πασῶν καὶ ἀρταβίων καὶ ναυβίων καὶ ἀριθμητικοῦ καὶ ἐπιβολῆς κώμης καὶ κατακριμάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος δευτέρου ἔτους καὶ αὐτοῦ τοῦ δευτέρου