Ancient Greek
128.r.18 to 128.v.25
Documentary Papyri, Stud.Pal. 20 128.r.18-128.v.25
Not analysed yet
προγραφῖα ἢ καὶ ἐντάγια καὶ συμφωνεῖ μου πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς ἐξ ὁλοκλήρου καὶ ἀρεσθεὶς ἐπέτρεψα Ἄπα Νίλῳ σιτομέτρῃ υἱῷ Μάρκου ταδὲ ὑπογράψειν διὰ τὸ ἐμαυτὸν διʼ ἐμαυτοῦ μὴ δύνασθαι τῷ ἀλγεῖν με τὴν δεξιάν· Αὐρήλιος Ἄπα Νῖλος σιτομέτρης παῖς Μαρίας τῆς αὐτοῦ ἀδελφῆς ἐκ πατρὸς Μάρκου αἰτηθεὶς παρὰ αὐτοῦ ἔγραψα τάδε αὐτοῦ παρόντος καὶ μὴ δυναμένου διʼ ἑαυτοῦ καθυπογράφειν ὡς εἴρηται διὰ τὸ πάσχειν αὐτὸν τὴν δεξιὰν χεῖρα. Αὐρήλιος Ἀργύριος υἱὸς Σαμβᾶ ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ὡς πρόκειται καὶ ὑπέγραψα ἀκούσας παρὰ τοῦ θεμένου Σαμβᾶ μεσίτου ὡς πρόκειται. Αὐρήλιος Πλουσαῖος υἱὸς Κύρου σιτομέτρης ἀπὸ τῆς Ἀρσενοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ὡς πρόκειται καὶ ὑπέγραψα ἀκούσας παρὰ τοῦ θεμένου Σαμβᾶ μεσίτου ὡς πρόκιται. Αὐρήλιος Γερόντεος υἱὸς Ἄπα Νείλου σιτομέτρης ἀπὸ τῆς Ἀρσενοειτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ὁμολογίᾳ ὡς πρόκειται καὶ ὑπέγραψα ἀκούσας παρὰ τοῦ θεμένου Σαμβᾶ μεσίτου ὡς πρόκειται. di emu Christodoru esemiote ὁμολογία ὑπὸ Αὐρηλίου Σαμβᾶ μεσίτου …