Ancient Greek
Stud.Pal. 20 129
Documentary Papyri, Stud.Pal. 20 129
Not analysed yet
…τῷ λογιωτάτῳ ἐκδίκῳ Ἡρακλεουσπόλεως παρὰ Αὐρηλίου Πτολεμαίου παραλήμπτου οὐσίας Ἀπίωνος τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου ἀπὸ ὑπάτων Ἀπολλὼς ὁ μακάριος χρεωφειλέτης μου τυγχάνων τετελεύτηκεν, ὁ δὲ τούτου γαμβρὸς Ἰωάννης ἰατρὸς τὴν τέχνην ὁρμώμενος ἐκ ταύτης τῆς πόλεως μετὰ τὴν τούτου ἀποβίωσιν διακάτοχος γεγένηται πάντων τῶν παρʼ αὐτοῦ καταλελιμμένων πραγμάτων καὶ πολλάκις αἰδεσίμως ὑπομνησθεὶς παρʼ ἐμοῦ τῶν χρεωστουμένων μοι χάριν ὑπὸ τοῦ αὐτοῦ μακαρίτου Ἀπολλὼ οἱαδὴ διακάτοχος γενόμενος τῶν παρʼ αὐτοῦ καταλελιμμένων πραγμάτων οὐ βούλεται ἀνάγκης ἐκτὸς τὰς ἀποκρίσεις μοι ποιεῖσθαι διὸ παρακαλῶ τὴν σὴν παίδευσιν τοῦτον συνλημφθῆναι καὶ ἐν τῷ ἀσφαλεῖ γενέσθαι καὶ καταναγκασθῆναι ἀπολογήσασθαί μοι ἐπὶ τοῖς παρʼ ἐμοῦ εἰσδεδομένοις ἔκδικε κύριε· Αὐρήλιος Πτολεμαῖος ἐπιδέδωκα μετὰ τὴν ὑπατείαν Φλαουίου Παύλου τοῦ λαμπροτάτου Μεχεὶρ ι.