Ancient Greek
Stud.Pal. 20 13 Vo
Documentary Papyri, Stud.Pal. 20 13v
Not analysed yet
Αὐρηλία Θερμουθάριον Ἀντινοὶς καὶ ὡς χρηματίζει Αὐρηλίοις Σουχᾷ καὶ Ἥρωνι ἀμφοτέροις Μάρωνος Σουχᾶ καὶ ὡς χρηματίζετε ἀπὸ κώμης Διονυσιάδος χαίρειν· ἀπέσχον παρὰ ὑμῶν ἀφʼ ὧν ὀφείλει ὁ προδεδηλωμένος ὑμῶν πατὴρ Μάρων τῷ μετηλλαχότι μου ἀνδρὶ Αὐρηλίῳ Διοσκόρῳ ἐξηγητεύσαντι βουλευτῇ τῆς Ἀρσινοειτῶν πόλεως διὰ χειρογράφων δύο πυροῦ τὸ ἐπιβάλλον ὑμῖν μέρος ὅσον ἐὰν ᾖ ἐνγράφως πλήρης καὶ οὐδὲν ὑμῖν ἐνκαλῶ οὐδὲ ἐπελεύσομαι μένοντός μοι …του λόγου πρός τε ἀδελφοὺς ὑμῶν καὶ ἀδελφὰς περὶ τῶν αὐτῶν ἀντιγράφων. ὑπογραφή· Αὐρηλία Θερμουθάριον Ἀντινοὶς ἀπέσχον τὸ ἐπιβάλλον ὑμῖν τοῦ πυροῦ καὶ οὐδὲν ὑμῖν ἐνκαλῶ ὡς πρόκιται. Αὐρήλιος Σαραπίων ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. ἔτους β τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν Φαῶφι ι.