Ancient Greek
Stud.Pal. 20 14
Documentary Papyri, Stud.Pal. 20 14
Not analysed yet
…διέποντος τὰ γραφεῖα τῆς τε μητροπόλεως καὶ τῶν τριῶν μερίδων· τῇ β τοῦ Ἐπὶφ μηνὸς τοῦ διεληλυθότος κζ ἔτους· ἐπεὶ οὖν ὑπογύως ἐτελεύτησεν, ἐπιφέρων τὴν δηλουμένην διαθήκην ὑπογραφόντων πλειόνων τῶν ἐνγεγραμμένων μαρτύρων ἐπιδίδωμι εἰς τὸ τὴν λύσιν γενέσθαι καταβαλλομένων τῶν ὑπὲρ διανομῆς δραχμῶν ιβ. Πετενεφίης Χαιρήμονος ἱερεὺς Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συνναῶν θεῶν ἐπιδέδωκα ὡς πρόκιται. ἔτους κη Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι κγ.