Ancient Greek
Stud.Pal. 20 219
Documentary Papyri, Stud.Pal. 20 219
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς δεσποίνης ἡμῶν τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου ἔτους β Μεσορὴ ιη ὀγδόης ἰνδικτίονος ἐν Ἀρσινόῃ. Αὐρηλία Χαρὰ θυγάτηρ Κομήτου χήρα ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Βιθυνῶν Ἰσίωνος τῷ θαυμασιωτάτῳ Γεωργίῳ υἱῷ τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ Ἰωάννου χαίρειν· ὁμολογῶ μεμισθωκέναι σοι τὸν ἐμὸν υἱὸν Ἄπα Ὂλ ὀνόματι παραμένοντά σοι καὶ ποιοῦντα πρὸς σὲ τὴν τοῦ σταβλίτου χρείαν ἀκαταγνώστως καὶ ἀπεριφρονήτως ἐπὶ ἐνιαυτὸν ἕνα ἀριθμούμενον ἀπὸ εἰκάδος τοῦ ὄντος μηνὸς Μεσορὴ τῆς παρούσης ὀγδόης ἰνδικτίονος ἐπὶ μισθῷ τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ χρυσίου νομισματίου ἑνὸς καὶ σίτου ἀρταβῶν ἑπτὰ καὶ ἐλαίου ξεστῶν ἕξ, χρυσίου νομισμάτιον α καὶ σίτου ἀρτάβαι ζ καὶ ἐλαίου ξέσται ϛ, καὶ τῶν ἐξ ἔθους συνηθειῶν ἐξ ὧν ἔσχον παρὰ σοῦ νυνὶ ἐκ προχρείας τὸ ἓν νόμισμα καὶ μὴ δύνασθαί με λαβεῖν παρὰ σοῦ τὸν αὐτόν μου υἱὸν πρὸ συμπληρώσεως τοῦ αὐτοῦ ἐνιαυτοῦ· εἰ δὲ λάβω αὐτὸν πρὸ συμπληρώσεως τοῦ αὐτοῦ ἑνὸς ἐνιαυτοῦ ἐπὶ τῷ με ἀναδοῦναί σοι ὅπερ νῦν ἔσχον ἓν νόμισμα καὶ ἀπολαβεῖν με αὐτόν· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Χαρὰ Κομήτου ἡ προκειμένη στοιχεῖ μοι τὰ προγεγραμμένα ὡς πρόκειται. Ἠλίας Ἰωάννου ἔγραψα ὑπὲρ αὐτῆς. di emu Hlia διʼ ἐμοῦ Ἠλία Ἰωάννου μισθωτικὸν γενόμενον ὑπὸ Αὐρηλίας Χαρᾶς θυγατρὸς Κομήτου Ἄπα Ὂλ υἱοῦ αὐτῆς σταβλίτου ἐνιαυτοῦ α εἰς τὸν θαυμασιώτατον Γεώργιον