Ancient Greek
Stud.Pal. 20 220
Documentary Papyri, Stud.Pal. 20 220
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ εὐσεβεστάτου καὶ φιλανθρώπου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους η Παῦνι ιε ἕκτης ἰνδικτίονος ἐν Ἀρσινοιτῶν πόλει· Αὐρήλιος Μηνᾶς υἱὸς Οὐεναφρίου βαφεὺς ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου Ἀλυμπίου Αὐρηλίᾳ Εὐφημίᾳ θυγατρὶ Στεφάνου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐν οἰκίᾳ ἀνεῳγμένῃ εἰς λίβα ἐν τῇ δευτέρᾳ στέγῃ τόπον ἕνα ἀνεῳγμένον εἰς βορρᾶ μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐπὶ χρόνον ὅσον βούλει ἀπὸ πεντεκαιδεκάτης τοῦ ὄντος μηνὸς Παῦνι τέλει τῆς παρούσης ἕκτης ἰνδικτίονος παρέχοντός μου τοῦ μισθωσαμένου ὑπὲρ ἐνοικίου αὐτοῦ ἐνιαυσίως κέρματος κεράτια λιτὰ δέκα τέσσαρα κεράτια λιτὰ ιδ ἀκοιλάντως· ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. di emu Strathgiu διʼ ἐμοῦ Στρατηγίου μίσθωσις τόπου ἑνὸς ἐπʼ ἀμφόδου Ἀλυμπίου ὑπʼ Αὐρηλίου Μηνᾶ υἱοῦ Οὐεναφρίου εἰς Αὐρηλίαν Εὐφημίαν θυγατέρα Στεφάνου