Ancient Greek
Stud.Pal. 20 223
Documentary Papyri, Stud.Pal. 20 223
Not analysed yet
τὰ γραφέντα παρὰ τῇ ἐμῇ δεσποίνης ἐδεξάμην περιέχοντα χάριν τῆς κονίας ἰδοὺ ἔχω αὐτὸν καὶ ἵνα μάθῃ ἡ κύρα μου ὅτι οὐ πέμπω εἰς Βαβυλῶνα ἀκαίρως ἀλλὰ ἰδοὺ ἄλλας δύο βολὰς ἔγραψα πρὸς τὴν κύραν μου ὅτι πέμψον μοι τὸν ἄνθρωπον καὶ πέμπω τὴν κονίαν μετʼ αὐτοῦ εἰς Βαβυλῶνα πρὸς ὅλον καὶ οὐκ ἐθέλει ἡ κύρα μου πέμψαι μοι τὸν ἄνθρωπον. κελεύει οὖν ἡ κύρα μου πέμψον μοι τοὺς ἐργάτας ὑμῶν ἵνα βάλλωσιν τὴν κονίαν εἰς τὸ πλοῖον καὶ πέμπω ἕνα ἐξ αὐτῶν ἐπάνω τοῦ πλοίου δεσποίνῃ μου. τῇ ἐμῇ ἀγαθῇ δεσποίνῃ Ἰωσὴφ ὑμέτερος δοῦλος