Ancient Greek
Stud.Pal. 20 224
Documentary Papyri, Stud.Pal. 20 224
Not analysed yet
ἕνα καλὸν κορίαξον εὑρηκὼς ἐκ τῆς διώρυχος ἀπέστειλα τῷ ἐμῷ δεσπότῃ· τὴν δὲ ἀπόκρισιν τὴν περὶ τοῦ κυρίου Ἀναστασίου γράψατέ μοι εὐθέως ἐπειδὴ ἔχω αὐτὸν ἐν τῷ ἀλλοτρίῳ παραπεφυλαγμένον· ἤδη γὰρ καὶ αὐτὸς κατὰ τὴν χθὲς γεγράφηκεν τῷ ἐμῷ δεσπότῃ δέσποτα. σὺν θεῷ τῷ δεσπότῃ μου τῷ μεγαλοπρεπεστάτῳ κόμετι Στεφάνῳ Ποῦσι ὑμέτερος δοῦλος