Ancient Greek
Stud.Pal. 20 24
Documentary Papyri, Stud.Pal. 20 24
Not analysed yet
Ἀντίνοος Διοσκοροῦτι τῇ μητρὶ πλεῖστα χαίρειν· καλῶς ποιήσεις τὸ συνδεδεμένον ἐπιστολίδιον δοῦσα Ἀντιπάτρῳ τῷ βουλευτῇ Ἀντινοέων τῷ υἱῷ Θαλααυτ τῷ γενομένῳ μου γνωστῆρι ἐν τῇ ἐπικρίσει ἢ τῷ υἱῷ αὐτοῦ Διδύμῳ ἐπεὶ ἔχει τι ἐκεῖ διαφέρον αὐτῷ· ἀλλὰ εὐθὺς δὸς αὐτῷ. ἀσπάζομαι τοὺς ἀδελφούς μου καὶ πάντας τοὺς οἰκείους. ἐρρῶσθαί σε εὔχομαι. Διοσκοροῦτι παρὰ Ἀντινόου υἱοῦ