Ancient Greek
Stud.Pal. 20 25
Documentary Papyri, Stud.Pal. 20 25
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Σεβαστοῦ Θὼθ νεομηνίᾳ διʼ ἐπιτηρητῶν ἀγορανομίας περὶ Τέκμει τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου. ὁμολογεῖ Αὐρήλιος Παθερμούθης Ἡρᾶτος μητρὸς Ταστωοῦτος ἀφʼ Ἡρακλέους πόλεως ἀναγραφόμενος ἐν τῇ πρότερον Ὥρων δύο ἀμφοδαρχίᾳ ὡς ἐτῶν πεντήκοντα πέντε μελίχρως ἐκκεχωρηκέναι Αὐρηλίῳ Σαμμωνικίῳ Ἡρακλείδου κεκοσμητευκότος Ἡρακλέους πόλεως χρηματίζοντι διὰ τοῦ ἐπιτρόπου Αὐρηλίου Σεραπάμμωνος Τρύφωνος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς ἐτῶν πεντήκοντα ἀσήμου ἰδίῳ κινδύνῳ τὴν ὑπάρχουσαν αὐτῷ περὶ κώμην …ρ… ἐκ τοῦ Ξενοφῶντος κλήρου κατοικικοῦ ἄρουραν μίαν ἥμισυ ἧς γείτονες καθὼς αὐτοὶ ὑπηγόρευσαν· νότου …