Ancient Greek
Stud.Pal. 20 254
Documentary Papyri, Stud.Pal. 20 254
Not analysed yet
τῷ τιμιωτάτῳ Ἡρακλείδῃ βοηθῷ Σώβθεως Μεγάλης Φλαβιανὸς σχολαστικός. παραυτὰ καὶ κατʼ αὐτὴν τὴν ὥραν δεχόμενος τὰ γράμματα ἀνένεγκον καὶ τοὺς φροντιστὰς καὶ τοὺς ναύτας καὶ συμμάχους τοὺς ἐπὶ τῇ ἁλωνίᾳ καὶ τοὺς λοιποὺς κεφαλαιώτας ὡς εἶπον πρὸς μίαν ὥραν ἐπειδὴ χρεία αὐτῶν ἐστιν ἀναγκαίως.