Ancient Greek
Stud.Pal. 20 255
Documentary Papyri, Stud.Pal. 20 255
Not analysed yet
ἐδεξάμην ἐγὼ Ἀβράμηος υἱὸς τοῦ μακαρίου Φοιβάμμονος ἐπίκλην Φαλακης ἀπὸ τῆς Μεμφιτῶν παρὰ σοῦ Φοιβάμωνος υἱοῦ τοῦ μακαρίου Παομηου ἀπὸ τῆς αὐτῆς· τρόπῳ ἐδικασάμην μεθʼ ἑαυτοῦ καὶ ἐπληρώθην παρὰ σοῦ τοῦ Φοιβάμμωνος καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ οὐ κληρονόμοι μου οὐ διάδοχοί μου ἀλλὰ τωνε ἀπαλλάττειν παρʼ ἐσοῦ ἐπιστάντων ἱκανῶν μαρτύρων καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ἐποιούμην τοῦτο τὸ παρὸν ὁμολόγημα γραφὲν χειρὶ ἐμοῦ τοῦ προγεγραμμένου καὶ στοιχεῖ μοι. ἐγράφη μηνὶ Τῦβη β ἰνδικτίονος Ἠλίας μειζότερος μαρτυρῶ τῷ ὁμολογήματι αἰτηθεὶς παρὰ τοῦ θεμένου. Ὧρ υἱὸς τοῦ μακαρίου Ἀφφου μαρτυρῶ τῷ ὁμολογήματι αἰτηθεὶς παρὰ τοῦ θεμένου.