Ancient Greek
Stud.Pal. 20 3
Documentary Papyri, Stud.Pal. 20 3
Not analysed yet
…μων Ὡρίωνος Πέρσης τῆς ἐπιγονῆς Ἀμμωνίῳ Ἱλαρίωνος χαίρειν. ὁμολογῶ ὀφείλειν σοι κατὰ μὲν διαγραφὴν τραπέζης γεγονυῖαν ἐν τοῖς ἔνπροσθεν χρόνοις ἀργυρίου δοκιμίου δραχμὰς τεσσαράκοντα ὀκτὼ ,κατὰ δὲ χειρόγραφα τρία γεγονότα ἓν μὲν τῶι …μηνὶ τοῦ διεληλυθότος ἑνδεκάτου ἔτους Τραιανοῦ τοῦ κυρίου ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι ,τὸ δὲ δεύτερον τῶι Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους ἀργυρίου δραχμὰς …κοσίας τριάκοντα δύο, τὸ δὲ τρίτον τῶι Τῦβι μηνὶ τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους ἀργυρίου δραχμὰς τριακοσίας πεντήκοντα ἕξ ,τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας …κοσίας πεντήκοντα ἕξ · αἱ δὲ διὰ τῶν δηλουμένων ἀσφαλειῶν προθεσμίαι διεληλύθασιν καὶ ἐρωτῶ σε ἑτέραν μοι προθεσμίαν δοῦναι αὐτόθεν ὁμολογῶ κατὰ τόδε τὸ χειρόγραφον ὀφείλειν σοι τὰς συναγομένας τοῦ κεφαλαίου ἀργυρίου δραχμὰς …