Ancient Greek
Stud.Pal. 20 2
Documentary Papyri, Stud.Pal. 20 2
Not analysed yet
Λούκιος Σνανουβᾶς Διονυσίωι Διδύμου χαίρειν· παρεθέμην σοι ἐνέχυρα περονίδων ζεῦγος βωλωδῶν ὁλκῆς μναιαίων ἑπτὰ ἡμίσους χρυσοῦ δοκιμίου σταθμῶι ἐντοπίωι πρὸς ἀργυρίου δραχμὰς δισχιλίας ἑκατὸν ἑξήκοντα, γίνονται δραχμαὶ Βρξ, τόκου τῇ μνᾷ ἀργυρικῶν ὀβολῶν τεσσάρων καὶ ἐπάναγκον ἕως τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου λυθρώσομαι· εἰ δη… ἐξαφήσομαι τῶν προκιμένων περονίδων καὶ οὐδὲν ἐγκαλέσω. ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Φαῶφι β.