Ancient Greek
Stud.Pal. 20 32
Documentary Papyri, Stud.Pal. 20 32
Not analysed yet
Αὐρηλίῳ Οὐρίωνι τῷ καὶ Ξενοφῶντι βασιλικῷ γραμματεῖ Ἡρακλεοπολείτου διαδεχομένῳ καὶ τὴν στρατηγίαν Αὐρήλιος Βησαρίων Ἑρμείου καὶ οἱ σὺν αὐτῷ ναύκληροι χειρισμοῦ Νέας Πόλεως πλοίων πέντε ἀγωγῆς ἀρταβῶν μυριάδων δύο τρισχιλίων …χαίρειν. ἀνεδεξάμην παρὰ Αὐρηλίων Ἡρακλείδου …καὶ Ἡρακλήου τοῦ καὶ Ψενταρείτιος …σιτολόγων Κωΐτοῦ Ἄνω Φιλονείκου ἐπακολουνθοῦντος Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Η… ἐπισφραγιστοῦ τῆς αὐτῆς τὰς ἐπισταλείσας ἡμῖν …ὑπὸ σοῦ διαδεχομένου καὶ τὴν στρατηγίαν …ἀπὸ γενήματος τοῦ διεληλυθότος ι ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἐκ θησαυρῶν τῆς αὐτῆς Φιλονείκου …πυροῦ ἀδόλου ἀβώλου ἀκρίθου ἀδιαπατήτου ἀναμετρουμένου μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ σὺν ἡμιαρταβίῳ καὶ ἑκατοστῇ …ἀρτάβας δισχιλίας πεντακοσίας ὀγδοήκοντα ἃς καὶ κατάξω εἰς Ἀλεξάνδρειαν εἰς τοὺς θησαυροὺς τῆς Νέας Πόλεως καὶ παραδώσω τοῖς πρὸς τῷ χειρισμῷ ἐπιμελῶς καὶ πιστῶς ἄνευ πάσης ναυτικῆς κακουργίας πληρης …ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Βησαρίων Ἑρμείου καὶ οἱ σὺν ἐμοὶ ναύκληροι χειρισμοῦ Νέας Πόλεως …σὺν ἡμιαρταβίῳ καὶ ἑκατοστῇ …ἀρτάβας δισχιλίας πεντακοσίας ὀγδοήκοντα …γίνονται ἀρτάβαι Βφπ …καὶ …