Ancient Greek
Stud.Pal. 20 34
Documentary Papyri, Stud.Pal. 20 34
Not analysed yet
Αὐρηλίωι Ἀχιλλεῖ στρατηγῷ Ἡρακλεοπολείτου παρὰ Αὐρηλίου Πτολλᾶτος Νεμεσίωνος μητρὸς Ἐργέως ἀπὸ κώμης Τεβετνυ· αἰτοῦμαι ἐπισταλῆναι σπέρματα δάνεια εἰς τὴν ἐπʼ ἀγαθοῖς γινομένην κατασπορὰν τοῦ ἐνεστῶτος ιβ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἀπὸ γενήματος τοῦ διεληλυθότος ια ἔτους εἰς ἣν γεωργῶ βασιλικὴν γῆν οὐκ ἔλαττον β ἀρταβῶν τελοῦσαν περὶ τὴν αὐτὴν Τεβετνυ ἐκ τοῦ Νικίου καὶ Πτολεμαίου καὶ ἄλλων κλήρου ἀρουρῶν ν ἀρτάβας ν ἃς καὶ καταθήσω εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς ἐπακολουθούντων τῶν τε κατασπορέων καὶ ὧν ἄλλων προσήκει …